1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

17

αὐτῶν μονουχὶ ἀπεσπινθηρίζετο. Καὶ ὅπου μὲν ἔδει διοργανῶσαι τὴν φύσιν τὸ πλάτος, εὐμήχανον ἦν, ὅπου δὲ ἀποστενῶσαι τοῦτο, εἰς τὸ εὔρυθμον διωμάλιστο. Οὕτως ἐξ ἄκρας κεφαλῆς ἐς πόδας ὁ ἀνὴρ κατερρύθμιστο, ὡς πολλῶν λεγόντων πολλάκις ἀκήκοα. Τὸ δὲ φθέγμα Ὅμηρος μὲν περὶ Ἀχιλλέως ἐποίησεν, ὡς ἄρα φωνήσαντος ἐκείνου φαντασίαν ἐσχήκεσαν οἱ ἀκούοντες πολλῶν θορυβούντων, τούτου δὲ τοῦ ἀνδρός, ὥς φασι, τὸ ἐμβόημα πολλὰς ἐτρέπετο μυριάδας. Οὕτως ἔχων καὶ τύχης καὶ φύσεως καὶ ψυχῆς, ἀδούλωτος ἦν, ὡς εἰκός, μηδενὶ τῶν ἁπάντων ὑποταττόμενος· τοιαῦται γὰρ αἱ μεγάλαι φύσεις, ὥς φασι, κἂν τύχης ὦσιν ἀφαυροτέρας.

1.11.1 Τοιοῦτος δὲ ὢν ὁ ἀνὴρ καὶ ἄγεσθαι ὅλως μὴ ἀνεχό μενος, ἀπὸ Νορμανίας ἀπάρας μετά τινων ἱππέων, πέντε δὲ ἦσαν ἱππεῖς καὶ πεζοὶ τριάκοντα οἱ πάντες, ἐξελθὼν τῆς πατρίδος περὶ τὰς ἀκρολοφίας καὶ τὰ ἄντρα καὶ τὰ ὄρη τῆς Λογγιβαρδίας διέτριβε χειρὸς λῃστρικῆς κατάρχων καὶ τοῖς ὁδίταις ἐπιτιθέμενος ὅπου μὲν ἵππους, ὅπου δὲ καὶ πράγματα ἄλλα τα καὶ ὅπλα προσεπικτώμενος. Καὶ τὰ προοίμια τοῦ βίου τούτῳ αἱμάτων ἦσαν ἐκχύσεις καὶ ἀνδροφονίαι πολλαί. 1.11.2 Χρονοτριβῶν δὲ ἐν τοῖς μέρεσι τῆς Λογγιβαρδίας οὐκ ἔλαθε Γελίελμον τὸν Μασκαβέλην, ὃς κατ' ἐκεῖνο καιροῦ μέρους μεγίστου τῶν παρακειμένων τῇ Λογγιβαρδίᾳ ἡγεμὼν ἐτύγχανεν ὤν· ὅθεν τὰς εἰσόδους δαψιλεῖς ἀν' ἔτος ἐλάμβανε κἀντεῦθεν δυνάμεις ἱκανὰς ἐπαγόμενος ἐπιφανὴς ἦν ἀρχηγός. Μεμαθηκὼς δὲ περὶ τοῦ Ῥομπέρτου ὁποῖός ἐστι κατ' ἄμφω, ψυχὴν καὶ σῶμά φημι, προσήκατό τε ἀβούλως τὸν ἄνδρα καὶ μίαν τῶν θυγατέρων τούτῳ κατηγγυήσατο. Καὶ πληρώσας τὸ κῆδος, θαυμάσας αὐτὸν τῆς τε φύσεως καὶ τῆς περὶ τὰ στρα τιωτικὰ ἐμπειρίας οὐ μὲν οὖν τὰ κατὰ γνώμην ηὐτύχησεν. 1.11.3 Καὶ γὰρ καὶ πόλιν καθαπερεί τι ἕδνον αὐτῷ ἐδεδώκει καὶ ἄλλα τα προσεπεφιλοτιμήσατο. Ὁ δὲ περὶ αὐτὸν δύσνους γενόμενος καὶ ἐπανάστασιν κατ' αὐτοῦ μελετήσας, τὰ μὲν πρῶτα τὸν εὔνουν ὑπεκρίνετο καὶ τὰς δυνάμεις προσετίθει τριπλασιάσας μὲν τοὺς ἱππεῖς, εἰς δὲ διπλα σίους τοὺς πεζοὺς ποιησάμενος. Καὶ τοὐντεῦθεν ὑπέρρει τὰ τῆς εὐνοίας καὶ κατὰ μικρὸν παρεγυμνοῦτο ἡ κακοή θεια. 1.11.4 Καὶ οὐ διελίμπανε προφάσεις καθ' ἑκάστην σκανδάλων διδοὺς καὶ λαμβάνων καὶ τρόπους συνεχεῖς μηχανώμενος, ἀφ' ὧν ἔριδές τε καὶ μάχαι καὶ πόλεμοι εἰώθασι τίκτεσθαι. Ἐπεὶ δὲ ὁ ῥηθεὶς Γελίελμος ὁ Μασκα βέλης πλούτῳ καὶ δυνάμει κατὰ πολὺ διέφερεν αὐτοῦ, ἀπογνοὺς ὁ Ῥομπέρτος τὴν κατὰ πρόσωπον πρὸς αὐτὸν μάχην βουλὴν βουλεύεται πονηράν. Καὶ προβάλλεται μὲν τὴν εὔνοιαν καὶ τὸ μεταμέλον πλάττεται καὶ ὑπορύττει δόλον αὐτῷ δεινὸν καὶ δυσφώρατον, τάς τε πόλεις αὐτοῦ κατασχεῖν καὶ κύριος γενέσθαι τῶν προσόντων ἁπάντων τῷ Μασκαβέλῃ. 1.11.5 Καὶ πρῶτα μὲν τὰ πρὸς εἰρήνην ἐπερωτᾷ καὶ συνελθεῖν εἰς λόγους αὐτοπροσώπως διαπρε σβεύεται· ὁ δὲ τὴν πρὸς αὐτὸν εἰρήνην ἀσπάζεται φιλῶν τὴν θυγατέρα ἐξόχως καὶ συντίθεται τὴν ὁμιλίαν ἐς νέωτα. Ὁ δὲ Ῥομπέρτος καταγγέλλει τόπον αὐτῷ, ἐν ᾧ συνελθόντας διαλεχθῆναι προσήκει καὶ τὰς πρὸς ἀλλήλους συνθέσθαι σπονδάς. Ἀκρολοφίαι δὲ ἦσαν δύο ἐξ ἴσου τῆς πεδιάδος ἐξυπανέχουσαι κατὰ διάμετρον τὴν θέσιν λαχοῦ σαι. Τὸ δὲ μεταξὺ τούτων ἑλῶδες ἦν καὶ κατάσκιον δένδροις παντοδαποῖς καὶ φυτοῖς. Ἔνθα καὶ λόχον ἐστή σατο ὁ δεινὸς ἐκεῖνος Ῥομπέρτος τέσσαρας ἄνδρας ἐνό πλους γενναιοτάτους παρεγγυησάμενος πανταχόσε παπταί νειν τὰ ὄμματα· ἐπειδὰν δὲ ἴδοιεν αὐτὸν μετὰ τοῦ Γελιέλμου συμπλεκόμενον, εὐθὺς πρὸς ἐκεῖνον ἀναδραμεῖν μηδὲν τὸ παράπαν μελλήσαντας. Ταῦτ' οὖν προκατασκευά σας ὁ κακουργότατος ἐκεῖνος Ῥομπέρτος τὴν μὲν τῶν ἀκρολοφιῶν εἰς τὴν μετὰ τοῦ Μασκαβέλη ὁμιλίαν χρησι μεύουσαν κατέλιπε φθάσας ταύτην ὑποδεῖξαι αὐτῷ, θατέ ραν δὲ οἷον ἰδιοποιησάμενος, πεντεκαίδεκα