1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

17

κακῶν ἀκολουθίαν τοῖς ὑπεκκαύμασι τῆς ἀκολασίας τὴν τροφὴν ἐπαρ τύοντες; Αὕτη τοῦ ἀντικειμένου περὶ τῆς τροφῆς ἐστι συμ βουλὴ, ταῦτα διὰ τοῦ πρὸς τοὺς λίθους βλέπειν, ἀντὶ τῆς νενομισμένης τοῦ ἄρτου χρήσεως ὑποτίθεται. Ἀλλ' ὁ τῶν πειρασμῶν καθαιρέτης, οὐχὶ τὴν πεῖναν ἐξορίζει τῆς φύσεως, ὡς κακῶν αἰτίαν, ἀλλὰ τὴν περιεργίαν τὴν ἐκ συμβουλῆς τοῦ ἀντικειμένου συν εισιοῦσαν τῇ χρείᾳ, μόνην ἀποπεμψάμενος, ἀφῆκεν τοῖς ἰδίοις ὅροις οἰκονομεῖσθαι τὴν φύσιν. Ὥσπερ γὰρ οἱ διηθοῦντες τὸν οἶνον οὐκ ἀτιμάζουσιν αὐτοῦ τὸ χρή σιμον, διὰ τὴν καταμιχθεῖσαν ἄχνην αὐτῷ· ἀλλὰ τῷ ἰθμῷ τὰ περιττὰ διακρίναντες, τοῦ καθαροῦ τὴν χρῆσιν οὐκ ἀποβάλλουσιν· οὕτως ὁ θεωρητικός τε καὶ διακριτικὸς τῶν ἀλλοτρίων τῆς φύσεως, Λόγος, τῇ λεπτότητι τῆς ἀκριβοῦς θεωρίας, τὴν μὲν πεῖναν, ὡς συντηρητικὴν οὖσαν τῆς ζωῆς ἡμῶν οὐκ ἐξώρισεν· τὰς δὲ συμπλεκομένας τῇ χρείᾳ περιεργίας, διήθησέν τε καὶ ἀπέῤῥιψεν, εἰπών· ἐκεῖνον εἰδέναι τρόφιμον ἄρτον, ὃς τῷ ῥήματι τοῦ Θεοῦ πρὸς τὴν φύσιν ᾠκείω. Εἰ οὖν ἐπείνασεν ὁ Ἰησοῦς, μακαριστὸν ἂν εἴη τὸ πεινᾷν, ὅταν κατὰ μίμησιν ἐκείνου ἐνεργῆται καὶ ἐν ἡμῖν. Εἰ τοίνυν ἔγνωμεν τί ἐστιν οὗ πεινᾷ Κύριος, γνωσόμεθα πάντως τοῦ μακαρισμοῦ τοῦ νῦν ἡμῖν προκειμένου τὴν δύναμιν. Ποία οὖν ἐστιν ἡ βρῶσις, ἧς ὁ Ἰησοῦς τὴν ἐπιθυμίαν οὐκ ἐπαισχύνεται; Φησὶ πρὸς τοὺς μαθητὰς μετὰ τὸν πρὸς τὴν Σαμαρεῖτιν διάλογον· ὅτι Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέ λημα τοῦ Πατρός μου· φανερὸν δὲ τοῦ Πατρός ἐστι τὸ θέλημα, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οὐκοῦν εἰ ἐκεῖνος ὀρέγεται τοῦ ἡμᾶς σωθῆναι, καὶ τροφὴ αὐτοῦ γίνε ἡ ἡμετέρα ζωὴ, μεμαθήκαμεν εἰς ὅ τι χρηστέον ἂν εἴη τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει. Τί οὖν τοῦτό ἐστι; Πεινάσωμεν τὴν ἑαυτῶν σωτηρίαν, διψήσωμεν τοῦ θείου θελήματος, ὅπερ ἐστὶ τὸ ἡμᾶς σωθῆναι. Πῶς οὖν ἐστι τὴν τοιαύτην ἡμῖν κατορθωθῆναι πεῖ ναν, νῦν παρὰ τοῦ μακαρισμοῦ μεμαθήκαμεν. Ὁ γὰρ τὴν δικαιοσύνην τοῦ Θεοῦ ποθήσας, εὗρεν τὸ ἀλη θῶς ὀρεκτόν· οὗ τὴν ἐπιθυμίαν οὐχ ἑνὶ τρόπῳ τῶν κατὰ τὴν ὄρεξιν ἐνεργουμένων ἐπλήρωσεν· οὐ γὰρ μόνον ὡς βρῶσιν τὴν τοῦ δικαίου μετουσίαν ἐπόθησεν. Ἡμιτελὴς γὰρ ἂν ἦν ἐπὶ ταύτης μόνης τῆς διαθέσεως 44.1241 στᾶσα ἡ ὄρεξις, νυνὶ δὲ καὶ πότιμον τὸ ἀγαθὸν τοῦτο ἐποίησεν, ἵνα τὸ ἔνθερμόν τε καὶ διακαὲς τῆς ἐπιθυ μίας τῷ πάθει τῆς δίψης ἐνδείξηται. Ξηροὶ γὰρ τρό πον τινὰ καὶ φλογώδεις ἐν τῷ καιρῷ τοῦ δίψους γινό μενοι, ὡς θεραπευτικὸν τῆς τοιαύτης διαθέσεως τὸ ποτὸν μεθ' ἡδονῆς προσφερόμεθα. Ἐπεὶ οὖν μία μὲν τῷ γένει ἡ ὄρεξις ἐπὶ βρώσεώς τε καὶ πόσεως· διάφορον δὲ ἡ πρὸς ἑκάτερον τούτων διάθεσις, ὡς ἂν τὸ ἀκρό τατον τῆς πρὸς τὸ ἀγαθὸν ἐπιθυμίας ὁ λόγος ἡμῖν νομοθετήσειεν· μακαρίζει τοὺς τὰ δύο ταῦτα πρὸς τὴν δικαιοσύνην πάσχοντας, τὴν πεῖνάν τε καὶ τὴν δίψαν, ὡς ἱκανοῦ ὄντος τοῦ ποθουμένου πρὸς ἑκατέ ραν ἁρμοσθῆναι καταλλήλως τὴν ὄρεξιν, καὶ στεῤῥὰν μὲν τῷ πεινῶντι γίνεσθαι τροφὴν, πότιμον δὲ τῷ διψητικῶς ἐφελκυσαμένῳ τὴν χάριν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιο σύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἆρ' οὖν τὸ μὲν πρὸς τὴν δικαιοσύνην ὀρεκτικῶς ἔχειν μακαριστὸν, εἰ δέ τις πρὸς τὴν σωφροσύνην, ἢ τὴν σοφίαν, ἢ τὴν φρόνησιν, ἢ εἴ τι ἄλλο τῆς ἀρετῆς εἶδός ἐστιν, ὁμοίως ἔχει, τοῦτον οὐ μακαρίζει ὁ Λόγος; Ἀλλὰ τοιοῦτόν τινα τάχα νοῦν τὸ λεγόμενον ἔχει· Ἓν τῶν κατ' ἀρε τὴν νοουμένων, ἡ δικαιοσύνη ἐστίν. Συνήθως δὲ πολ λάκις ἡ θεία Γραφὴ διὰ τῆς τοῦ μέρους μνήμης, περιλαμβάνει τὸ ὅλον· ὡς ὅταν τὴν θείαν φύσιν δι' ὀνομάτων τινῶν ἑρμηνεύῃ. Λέγει γὰρ, Ἐγὼ Κύριος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ ἡ προφητεία· τοῦτό μοι ὄνο μα αἰώνιον· καὶ μνημόσυνον γενεῶν γενεαῖς. Καὶ πάλιν ἑτέρωθί φησιν· Ἐγώ εἰμι ὁ ὤν. Καὶ ἐν ἑτέρῳ· ὅτι Ἐλεήμων εἰμί. Καὶ μυρίοις ἄλλοις ὀνόμασι τοῖς τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς διασημαίνουσιν, οἶδεν ὀνομάζειν αὐτὸν ἡ ἁγία Γραφὴ, ὥστε διὰ τούτων μα θεῖν ἀκριβῶς, ὅτι ὅταν ἕν τι εἴπῃ, πᾶς ὁ τῶν ὀνομά των κατάλογος κατὰ τὸ σιωπώμενον τῷ ἑνὶ συνεκφω νεῖται. Οὐ γὰρ ἐνδέχεται, ἐὰν Κύριος λέγηται, μὴ καὶ