18
ἱππέας καὶ πεζοὺς ὡσεὶ ἓξ καὶ πεντήκοντα μεθ' ἑαυτοῦ συλλαβόμενος ἀνελθὼν ἐν αὐτῇ συνέταξε, τὴν βουλὴν πᾶσαν τοῖς ἀξιο λογωτέροις τούτων ἐξορχησάμενος καὶ ἑνὶ τούτων παραγ γείλας τὰ αὑτοῦ ὅπλα βαστάζειν, ἀσπίδα καὶ κράνος καὶ ἀκινάκην, ὡς ῥᾳδίως διὰ τούτων ἐξοπλισθείη, καὶ τοῖς λοχῶσι τέσσαρσιν ἐπισκήψας, ἵν' ὁπηνίκα τῷ Μασκαβέλῃ συμπλακέντα τοῦτον θεάσοιντο, θᾶττον ἀναδράμωσι πρὸς αὐτόν. 1.11.6 Καὶ ὁ Γελίελμος κατὰ τὴν συγκειμένην ἡμέραν ἤρχετο πρὸς τὴν ἀκρώρειαν εἰς τὸν τόπον, ὃν φθάσας αὐτῷ ὁ Ῥομπέρτος ὑπέδειξε, τὰς μετ' αὐτοῦ συνθήκας πληρώσων. Ὃν ἰδὼν ἐκεῖνος ἐγγύθεν γενόμενον, αὐτῷ τε ἱππότης προσυπηντήκει καὶ ἀσπασάμενος ἐδεξιοῦτο μάλα εὐθύμως. Ἔστησαν οὖν ἄμφω εἰς τὸ πρανὲς μικρὸν τῆς ἀκρολοφίας ὑποκλίναντες ὁμιλοῦντες, ἅττα καὶ ἔμελλον ποιεῖν. Ὁ δὲ δεινὸς ἐκεῖνος Ῥομπέρτος λόγους ἐκ λόγων συνείρων ἔτριβε τὸν καιρόν, εἶτά φησι πρὸς τὸν Γελίελμον «Ἵνα τί τοῖς ἵπποις ἐποχούμενοι κοπιῶμεν; Ἀποβάντες καθεδούμεθα εἰς τοὔδαφος καὶ ἀφροντίστως περὶ ὧν χρὴ ὁμιλήσομεν.» Πείθεται ὁ Μασκαβέλης νήπιος ἀγνοήσας τὸν δόλον καὶ οὗ κακοῦ φέρεται. Καὶ ἀποβαίνοντα τὸν Ῥομπέρτον τοῦ ἵππου θεασάμενος πεζὸς καὶ αὐτὸς τηνι καῦτα εἱστήκει καὶ τῇ γῇ τὸν ἀγκῶνα διερεισάμενος αὖθις λόγων κατήρχετο. Ὁ δὲ Ῥομπέρτος δουλείαν ὁμολόγει τοῦ λοιποῦ τῷ Μασκαβέλῃ καὶ πίστιν εὐεργέτην αὐτὸν καὶ κύριον ὀνομάζων. Θεασάμενοι δὲ τούτους οἱ τοῦ Μασκαβέλη τῶν ἵππων ἀποβάντας καὶ λόγων ἄλλων ὥσπερ καταρχομένους, καμόντες ἀπό τε τοῦ καύσωνος ἀπό τε τοῦ δεηθῆναι καὶ τροφῆς καὶ ποτοῦ, ὥρα γὰρ θέρους ἦν, ὁπηνίκα τὰς ἀκτῖνας ὁ ἥλιος κατὰ κορυφὴν εἴωθε βάλλειν, καὶ τῆς ἀλέας ἀφορήτου γινομένης, οἱ μὲν τῶν ἵππων ἀποβαίνοντες τοὺς χαλινοὺς περὶ τοὺς πτόρθους τῶν δένδρων ἀναδεσμοῦντες εἰς τοὔδαφος κατεκλίνοντο ταῖς ἀπὸ τῶν ἵππων καὶ τῶν δένδρων σκιαῖς ἀναψυχόμενοι, οἱ δὲ οἴκαδε ἐχώρουν. 1.11.7 Ἀλλ' οὗτοι μὲν οὕτως· ὁ δὲ τὰ πάντα δεινὸς Ῥομπέρτος οὕτω ταῦτα προκαταστήσας ἀθρόον ἐπιφύεται τῷ Μασκαβέλῃ καὶ τὸ ἥμερον ἀφεὶς βλέμμα πρὸς τὸ ὀργιλώτερον μεταβάλλεται καὶ φόνιον αὐτῷ ἐπιβάλλει τὴν χεῖρα. Καὶ συμπλακεὶς ἀντισυνεπλέ κετό τε καὶ εἷλκε καὶ εἵλκετο, καὶ ἐκυλίοντο ἄμφω κατὰ τοῦ πρανοῦς. Τούτους δὲ οἱ λοχῶντες τέτταρες ἐκεῖνοι ἄνδρες θεασάμενοι ἀναδύντες τοῦ ἕλους ἐπέδραμον ἤδη τῷ Γελιέλμῳ καὶ ξυνδήσαντες ἁπανταχόθεν ἀνέτρεχον ὡς πρὸς τοὺς εἰς τὴν ἑτέραν ἀκρώρειαν ἱσταμένους ἱππεῖς τοῦ Ῥομπέρτου, ἤδη καὶ αὐτῶν ὑποκαλπαζόντων κατὰ τοῦ παρανοῦς πρὸς αὐτούς· ὄπισθεν δὲ ἐδίωκον οἱ τοῦ Γελιέλμου. Ὁ δέ γε Ῥομπέρτος ἐπιβὰς τοῦ ἵππου κράνοςτε καὶ δόρυ λαβὼν καὶ γοργῶς ἐναγκαλισάμενος καὶ ἀσπίδι περιφράξας ἑαυτὸν ἐπιστραφεὶς πλήττει ἕνα τῶν τοῦ Γελιέλμου διὰ δόρατος, ὁ δ' ἅμα τῇ πληγῇ καὶ τὴν ψυχὴν συναφῄρητο. 1.11.8 Ἐν τοσούτῳ τὴν φορὰν τῶν ἀμφὶ τὸν πενθερὸν ἱππέων ἀναχαιτίσας καὶ τὴν ἀπὸ τούτων βοή θειαν ἀνακόψας (οἱ δέ γε λοιποὶ τοὺς ὑπὲρ κεφαλῆς αὐτῶν καταβαίνοντας ἱππότας τοῦ Ῥομπέρτου ὡς καὶ ἀπὸ τοῦ τόπου βοηθουμένους θεασάμενοι παραχρῆμα τὰ νῶτα διδόασιν), οὕτω γοῦν τὴν φορὰν τῶν τοῦ Μασκαβέλη ἱππέων ἀνακόψαντος τοῦ Ῥομπέρτου, ἄγεται τηνικαῦτα ὁ Μασκαβέλης δέσμιος καὶ αἰχμάλωτος εἰς ὅπερ δέδωκεν αὐτῷ εἰς προῖκα φρούριον, ὅτε τὴν θυγατέρα τούτῳ κατηγ γυήσατο. Καὶ εἶχεν ἄρα τότε τὸν οἰκεῖον δεσπότην ἡ πόλις ἔμφρουρον, φρούριον ἐντεῦθεν εἰκότως προσαγο ρευομένη. Οὐδὲν δὲ χεῖρον καὶ τὴν ὠμότητα τοῦ Ῥο μπέρτου διηγήσασθαι. Ἐπειδὴ γὰρ ἅπαξ ἐγκρατὴς ἐγεγόνει τοῦ Μασκαβέλη, τὰ πρῶτα μὲν τῶν ὀδόντων ἁπάντων ἀποστερεῖ, ἐφ' ἑκάστῳ τούτων προσαπαιτῶν πολυτάλαντον ὁλκὴν νομισμάτων καὶ πυνθανόμενος, οὗ ταῦτα ἐναπέθετο. Ἐπεὶ δὲ οὐκ ἔληγεν ἀπαράσσων, ἔστ' ἂν ἅπαντα ἔλαβε, καὶ ἅμα οἵ