1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

18

ἐπίβουλον ὀμμά των θεραπευτὴν, καὶ τῷ πολεμίῳ φαρμάκῳ κέχρη ται, καὶ τὸ δηλητήριον ἀλεξητήριον δείκνυσι· ταῖς ἀκοαῖς καλουμέναις, τὸ δὲ ἀκούειν ἀφῃρημέναις, τὴν οἰκείαν ἐνέργειαν ἐπιδίδωσι. Ἄρτοις ὀλίγοις ἐν ἐρήμῳ πολλὰς ἐκόρεσε χιλιάδας, τοὺς πέντε ἄρτους, ὥσπερ εἰς ἄρουραν σπέρμα, ταῖς χερσὶν ἐμβαλὼν, καὶ τῆς γλώττης τὴν εὐλογίαν οἷόν τι νέφος ἐπαγαγὼν, δασὺ καὶ βαθὺ λήϊον καὶ ἅλω πλήρη τὰς τῶν ἀποστόλων χεῖρας ἀπέφηνεν, ἅλω οὐ πτύου δεομένην καὶ δια κρίσεως, οὐ μύλου καὶ μάκτρας καὶ πυρὸς καὶ κλι 75.1465 βάνου, ἀλλ' αὐτοὺς τοὺς ἄρτους βρύουσάν τε καὶ πηγάζουσαν· καὶ ἵνα ἐν κεφαλαίῳ εἴπω, αἵματος ἔστησεν ὀχετοὺς τὴν ἴασιν ἑκοντὶ συληθείς· κόρην ἄωρον ἁρπαγεῖσαν ὑπὸ θανάτου καὶ πενθουμένην ὑπὸ τῶν οἰκείων ἀνθαρπάσας τοῖς φύσασιν ἀποδέδωκεν· ἕτερον νεανίαν εἰς τὸν τάφον προπεμπόμενον, εἰς ζωὴν ἐπανήγαγε, καὶ εἰς χαρὰν τὸ πένθος μετέβαλε, καὶ τὸν ἐπιτάφιον θρῆνον εἰς ὕμνων λόγον γαμηλίων ἔτρεψε· καὶ τὸν δυσώδη νεκρὸν μετὰ τετάρτην τῆς τελευτῆς ἐκ τῆς θήκης ἐξήγαγε, καὶ τὸν πεπεδημέ νον βαδίζειν ἐκέλευσεν, καὶ παραχρῆμα ὅ τε θάνατος ἐδραπέτευσεν, καὶ ὁ νεκρὸς ἔδραμε τῆς σηπεδόνος ἀπαλλαγεὶς, καὶ τὴν τῆς σηπεδόνος ἀποθέμενος δυσωδίαν, καὶ τὰς τοῦ θανάτου πύλας διαφυγὼν, καὶ ὑπὸ τῶν δεσμῶν τρέχειν οὐ κωλυόμενος, καὶ τῷ μὲν τοῦ προσώπου καλύμματι τὸ βλέπειν ἀφῃρημένος, ἀκωλύτως δὲ τρέχων πρὸς τὸν καλέσαντα, καὶ τὴν ∆εσποτικὴν ἐπιγινώσκων φωνήν. Κςʹ. Ὅτι ἑκουσίως τὰ σωτήρια πάθη κατεδέξατο. ∆ιὰ τούτων καὶ ἄλλων [ξοδ. τῶν προ ἄλλων] θαυ μάτων, τῶν ἐπαγγελιῶν ἐμπεδώσας τὸ μέγεθος, καὶ τὸν χορὸν τῶν ἀποστόλων εἰς ἀρετὴν παιδοτριβήσας, προστρέχει τοῖς ἀναγράπτοις πάθεσιν ἐθελοντής· πολλάκις μὲν ταῦτα τοῖς φοιτηταῖς προμηνύσας, ἐπιτιμήσας δὲ τῷ Πέτρῳ, μεθ' ἡδονῆς μὴ καταδεξα μένῳ τὰ τῶν παθῶν εὐαγγέλια, καὶ δείξας ὡς διὰ τούτων κατορθοῦται τῆς οἰκουμένης ἡ σωτηρία· διὸ καὶ τοῖς ἐπελθοῦσιν ἑαυτὸν ὑπέδειξεν λέγων· «Ἐγώ εἰμι ὃν ζητεῖτε.» Καὶ κατηγορούμενος οὐκ ἀντεῖπεν, καὶ δυνάμενος λαθεῖν, τοῦτο ποιεῖν οὐκ ἠνέσχετο· καὶ ταῦτα πολλάκις ἡνίκα ἠβουλήθη διαφυγών· ἀλλὰ καὶ κλαίει μὲν τὴν Ἱερουσαλὴμ, ὡς δὴ τῆς ἀπιστίας ἐπισπωμένης τὸν ὄλεθρον, καταψηφίζεται δὲ παν ωλεθρίως τοῦ πολυθρυλλήτου πάλαι νεώ· ἀνέχεται καὶ ἐπὶ κάρης [ξοδ. κόρης] παιόμενος, ὑπὸ διπλῆν δουλείαν δουλεύοντος [ξοδ. δουλεύοντες] κολαφιζόμε νος, ἐμπτυόμενος, ὀνειδιζόμενος, στρεβλούμενος, μαστιγούμενος, καὶ τὸ τελευταῖον σταυρούμενος, καὶ λαμβάνων λῃστὰς τῆς τιμωρίας κοινωνοὺς ἑκα τέρωθεν, καὶ ἀνδροφόνοις καὶ κακούργοις συνταττό μενος, καὶ ὄξος καὶ χολὴν παρὰ τοῦ κακοῦ ἀμπελῶ νος καρπούμενος, καὶ ἀκάνθαις ἀντὶ κλημάτων καὶ βοτρύων στεφόμενος, καὶ πορφυρίδι χλευαζόμενος, καὶ καλάμῳ παιόμενος, καὶ λόγχῃ τὴν πλευρὰν ὀρυττόμενος, καὶ τέλος τάφῳ παραπεμπόμενος. ΚΖʹ. Τίς τῶν ∆εσποτικῶν παθημάτων ἡ αἰτία. Ὑπέμεινε δὲ ταῦτα, τὴν ἡμετέραν μηχανώμενος σωτηρίαν· ἐπειδὴ γὰρ οἱ τῇ ἁμαρτίᾳ δουλεύσαντες τοῖς ἐπιτιμίοις ὑπεύθυνοι τῆς ἁμαρτίας ἐτύγχανον, αὐτὸς ἁμαρτίας ἀπηλλαγμένος, καὶ διὰ πάσης ὁδεύ σας δικαιοσύνης, τὴν τῶν ἁμαρτωλῶν κατεδέξατο τιμωρίαν, διὰ μὲν τοῦ σταυροῦ, τῆς παλαιᾶς κατ άρας τὴν ἀπόφασιν λύων «(Χριστὸς γὰρ, φησὶν, ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· Ἐπι κατάρατος πᾶς ὁ κρεμάμενος ἐν ξύλῳ»), διὰ δὲ τῶν 75.1468 ἀκανθῶν, τέλος διδοὺς ταῖς Ἀδὰμ τιμωρίαις (μετὰ γὰρ τὴν ἁμαρτίαν [ξοδ. τιμωρίαν], ἤκουσεν ἐκεῖνος· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς