19
τε ὀδόντες ἐξέλιπον καὶ τὰ χρήματα, ἐπὶ τοὺς ὀφθαλμοὺς Γελιέλμου ἐπιβάλλει τοὺς ὀφθαλμοὺς ὁ Ῥομπέρτος καὶ φθονήσας τούτῳ τῶν ὄψεων ἀποστερεῖ τῶν ὀμμάτων.
1.12.1 Πάντων οὖν ἐγκρατὴς γενόμενος ηὐξάνετό τε τὸ ἐντεῦθεν ὁσημέραι καὶ εἰς τὸ τυραννικώτερον ἀποκλίνων ταῖς πόλεσί τε προσετίθετο πόλεις καὶ τοῖς χρήμασι χρήματα. Καὶ ἐν βραχεῖ πρὸς τὴν δουκικὴν περιωπὴν ἀναβεβηκὼς δοὺξ Λογγιβαρδίας ἁπάσης ὠνομάζετο. Ἐντεῦ θεν οὖν ἅπαντες πρὸς τὸν κατ' αὐτοῦ φθόνον ἠρεθίζοντο. Ὁ δὲ φρενήρης ὢν ἀνὴρ ὅπου μὲν θωπείαις χρησάμενος πρὸς τοὺς ἀντικαθισταμένους αὐτῷ, ὅπου δὲ καὶ δωρήμασι τοὺς μεταξὺ τοῦ πλήθους θορύβους ἐξωμαλίσατο καὶ τὸν κατ' αὐτοῦ φθόνον τῶν μεγιστάνων εὐμηχάνως κατέ στειλεν, ἔστι δ' οὗ καὶ ὅπλοις χειρωσάμενος ἅπαν τὸ κράτος Λογγιβαρδίας τε καὶ τῆς ὁμορούσης χώρας εἰς ἑαυτὸν ἀνεδήσατο. 1.12.2 Ἀεὶ δέ τι ὁ Ῥομπέρτος οὗτος ἐπινοῶν τυραννικώτερον καὶ φανταζόμενος τὴν βασιλείαν Ῥωμαίων προφάσεως, ὡς ἔφην, τῆς πρὸς τὸν αὐτοκράτορα Μιχαὴλ συμπενθερίας ἐπιδραξάμενος τὸν πρὸς Ῥωμαίους ἀνερρίπιζε πόλεμον. Ἔφθημεν γὰρ εἰρηκότες, ὅτι Μιχαὴλ ὁ αὐτοκράτωρ οὐκ οἶδ' ὅπως τὴν τοῦ τυράννου τούτου θυγατέρα (Ἑλένη δὲ αὕτη προσηγορεύετο) τῷ υἱῷ Κων σταντίνῳ κατηγγυήσατο. 1.12.3 Πάλιν δὲ μεμνημένη τοῦ νεανίσκου τούτου παθαίνομαι τήν τε ψυχὴν καὶ τοὺς λογισμοὺς συγχέομαι· ἀνακόπτομαι δὲ τὴν ἀμφὶ τοῦτον διήγησιν φυλάττουσα πάντα καιρῷ τῷ προσήκοντι. Τοῦτο δὲ μόνον οὐχ ὑπομένω μὴ λέγειν, κἂν ἔξω τοῦ καιροῦ λέγοιμι, ὡς ἄγαλμα φύσεως ἦν ὁ νεανίας ἐκεῖνος καὶ Θεοῦ χειρῶν, ὡς οὕτως εἰπεῖν, φιλοτίμημα. Εἰ γὰρ καὶ μόνον ἐθεάσατό τις αὐτόν, εἶπεν ἂν ὡς τοῦ παρ' Ἕλλησι μυθευο μένου χρυσοῦ γένους ἀπορροή· οὕτως ἀμήχανον εἶχε τὸ κάλλος. Ἐγὼ δὲ μετὰ τοσούτους ἐνιαυτοὺς μεμνημένη τοῦ νεανίου τούτου δακρύων ἐμπίπλαμαι· ἐπέχω δὲ ὅμως τὸ δάκρυον καὶ ταμιεύω πρὸς τοὺς ἐπικαίρους τῶν τόπων, ἵνα μὴ τὰς μονῳδίας τῶν ἐμῶν ἀναμιγνῦσα ταῖς ἱστορικαῖς διηγήσεσι τὴν ἱστορίαν συγχέοιμι. 1.12.4 Οὗτος γὰρ ὁ νεανί σκος, περὶ οὗ κἀνταῦθα καὶ ἀλλαχόσε εἰρήκειμεν, προ χρόνιος πρὸ ἡμῶν καὶ πρὶν ἡμεῖς τὸν ἥλιον ἴδοιμεν, μνηστὴρ ἐγεγόνει τῆς τοῦ Ῥομπέρτου Ἑλένης καθαρὸς καὶ ἀμόλυντος, καὶ τὰ ἔγγραφα συναλλάγματα ἐπ' αὐτῇ ἐγεγρά φεισαν κἂν ἀτέλεστα καὶ ἐν ἐπαγγελίαις μόνον, ἀτελοῦς τὴν ἡλικίαν ὄντος τοῦ νεανίσκου. ∆ιεσπάσθη δὲ ἅμα τῷ τῆς βασιλείας ἐπιβῆναι τὸν βασιλέα Νικηφόρον τὸν Βοτα νειάτην. Ἀλλ' ἐξετραπόμην τοῦ λόγου, ἐπανελεύσομαι δ' αὖθις ἀφ' οὗπερ ἐξετραπόμην. 1.12.5 Ὁ γάρ τοι Ῥομπέρτος ἐκεῖνος ἐξ ἀφανοῦς πάνυ τύχης περιφανὴς γεγονὼς καὶ πολλὴν δύναμιν ἀθροίσας περὶ αὑτὸν ἐπεβάλετο καὶ Ῥω μαίων αὐτοκράτωρ γενέσθαι, καὶ προφάσεις εὐλόγους δῆθεν ἐπλάττετο τῆς πρὸς Ῥωμαίους δυσμενείας καὶ τῶν πολέ μων. ∆ιττὸς δὲ ἐντεῦθεν φέρεται λόγος. 1.12.6 Ὁ μὲν γὰρ φημίζεταί τε καὶ διαρρεῖ καὶ μέχρι τῆς ἡμετέρας ἀκοῆς ἔφθασεν, ὅτι τις μοναχὸς Ῥαίκτωρ ὀνομαζόμενος ὑπεκρίθη τὸν βασιλέα Μιχαὴλ καὶ πρὸς τὸν Ῥομπέρτον τοῦτον καὶ συμπένθερον αὐτομολήσας τὰς οἰκείας συμφορὰς ὠλοφύ ρετο. Οὗτος γὰρ μετὰ τὸν ∆ιογένην τῶν σκήπτρων Ῥωμαίων ἐπειλημμένος καὶ βραχύν τινα χρόνον διαπρέψας τὴν βασι λείαν παρελύθη μὲν τῆς ἀρχῆς ὑπὸ τοῦ Βοτανειάτου ἐπα ναστάντος αὐτῷ, τὸν δὲ τῶν μοναχῶν ὑπέδυ βίον, μετὰ δὲ ταῦτα τὸν ἀρχιερατικὸν ποδήρη καὶ τὴν κίδαριν ἠμφιέσατο, εἰ βούλει δέ, καὶ τὴν ἐπωμίδα. Τοῦτο δὲ συνεβούλευσεν ὁ καῖσαρ Ἰωάννης, ὁ πρὸς πατρὸς αὐτῷ θεῖος, τὸ κοῦφον εἰδὼς τοῦ τηνικαῦτα κρατοῦντος καὶ μή τι πάθοι δεινό τερον δεδιώς. 1.12.7 Τοῦτον ὑπεκρίθη ὁ εἰρημένος μοναχὸς ἐκεῖνος Ῥαίκτωρ ἢ καὶ ὡς οὕτως εἰπεῖν ῥέκτης τῶν ἁπαν ταχοῦ τολμηρότατος. Πρόσεισί τε τῷ Ῥομπέρτῳ ὡς δῆθεν συμπενθέρῳ καὶ τὰ τῆς ἀδικίας ἐκτραγῳδεῖ, ὡς καθαιρεθείη μὲν τῶν βασιλικῶν θρόνων καὶ εἰς ὅπερ σχῆμα τοῦτον ὁρώῃ περιελθεῖν. Καὶ διὰ