1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

19

φυγὰς οἴχεται. Τοῦτο δὲ οὐ νεκροῦ τὸ ἔργον, ἀλλὰ ζῶντος καὶ μάλιστα Θεοῦ. 30.7 Ἄλλως τε καὶ γελοῖον ἂν εἴη, τοὺς μὲν διωκομένους ὑπ' αὐτοῦ δαίμονας καὶ τὰ καταργούμενα εἴδωλα λέγειν ζῶντας εἶναι, τὸν δὲ ἀπελαύνοντα καὶ τῇ ἑαυτοῦ δυνάμει μηδὲ φανῆναι ποιοῦντα τούτους, ἀλλὰ καὶ ὁμολογούμενον ὑπὸ πάντων εἶναι Θεοῦ Υἱόν, τοῦτον λέγειν εἶναι νεκρόν.

31.1 Μέγαν δὲ καὶ καθ' ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῇ ἀναστάσει προβάλλονται, εἰ τὸν Χριστὸν τὸν λεγόμενον παρ' αὐτῶν νεκρὸν οἱ πάντες δαίμονες καὶ οἱ προσκυνούμενοι παρ' αὐτῶν θεοὶ οὐ διώκουσιν· ἀλλὰ μᾶλλον ὁ Χριστὸς τοὺς πάντας ἐλέγχει νεκρούς. 31.2 Εἰ γὰρ ἀληθὲς τὸν νεκρὸν μηδὲν ἐνεργεῖν, ἐργάζεται δὲ τοσαῦτα καθ' ἡμέραν ὁ Σωτήρ, ἕλκων εἰς εὐσέβειαν, πείθων εἰς ἀρετήν, διδάσκων περὶ ἀθανασίας, εἰς πόθον τῶν οὐρανίων ἀνάγων, ἀποκαλύπτων τὴν περὶ Πατρὸς γνῶσιν, τὴν κατὰ τοῦ θανάτου δύναμιν ἐμπνέων, ἑκάστῳ δεικνύων ἑαυτόν, καὶ τὴν εἰδώλων ἀθεότητα καθαιρῶν· τούτων δὲ οὐδὲν δύνανται οἱ παρὰ τοῖς ἀπίστοις θεοὶ καὶ δαίμονες, ἀλλὰ μᾶλλον τῇ Χριστοῦ παρουσίᾳ νεκροὶ γίνονται, ἀργὴν ἔχοντες καὶ κενὴν τὴν φαντασίαν· τῷ δὲ σημείῳ τοῦ σταυροῦ πᾶσα μὲν μαγεία παύεται, πᾶσα δὲ φαρμακεία καταργεῖται, καὶ πάντα μὲν τὰ εἴδωλα ἐρημοῦται καὶ καταλιμπάνεται, πᾶσα δὲ ἄλογος ἡδονὴ παύεται, καὶ πᾶς τις ἀπὸ γῆς εἰς οὐρανὸν ἀναβλέπει· τίνα ἄν τις εἴποι νεκρόν; τὸν τοσαῦτα ἐργαζόμενον Χριστόν; ἀλλ' οὐκ ἴδιον νεκροῦ τὸ ἐργάζεσθαι· ἢ τὸν μηδ' ὅλως ἐνεργοῦντα, ἀλλ' ὡς ἄψυχον κείμενον, ὅπερ ἴδιον τῶν δαιμόνων καὶ εἰδώλων ὡς νεκρῶν ὑπάρχει; 31.3 Ὁ μὲν γὰρ τοῦ Θεοῦ Υἱὸς ζῶν καὶ ἐνεργὴς ὢν καθ' ἡμέραν ἐργάζεται, καὶ ἐνεργεῖ τὴν πάντων σωτηρίαν. Ὁ δὲ θάνατος ἐλέγχεται καθ' ἡμέραν αὐτὸς ἐξασθενήσας, καὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες μᾶλλον νεκροὶ τυγχάνοντες, ὡς ἐκ τούτου μηδένα διστάζειν ἔτι περὶ τῆς τοῦ σώματος ἀναστάσεως αὐτοῦ. 31.4 Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν Θεοῦ Λόγου καὶ Σοφίας. Εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα, καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν, ὡς ὁ λόγος ἔδειξε, τί ἔδει τὸν Κύριον ποιεῖν περὶ τούτου; ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος αὐτῷ τοῦ Λόγου; Μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον· οὗ χάριν καὶ ὁ Σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ. Μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν, διὰ τὸ Ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι. Ὅθεν ἀπέθανε μὲν ὡς θνητόν· ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωήν, καὶ τῆς ἀναστάσεως ἐστὶ γνώρισμα τὰ ἔργα.

32.1 Εἰ δ' ὅτι μὴ ὁρᾶται, ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας. Θεοῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μέν, ἐκ δὲ τῶν ἔργων γινώσκεσθαι, καθάπερ καὶ ἐπάνω λέλεκται. 32.2 Εἰ μὲν οὖν τὰ ἔργα μή ἐστι, καλῶς τῷ μὴ φαινομένῳ ἀπιστοῦσιν· εἰ δὲ τὰ ἔργα βοᾷ καὶ δείκνυσιν ἐναργῶς, διὰ τί ἑκόντες ἀρνοῦνται τὴν τῆς ἀναστάσεως οὕτως φανερῶς ζωήν; Εἰ γὰρ καὶ τὴν διάνοιαν ἐπηρώθησαν, ἀλλὰ κἂν ταῖς ἔξωθεν αἰσθήσεσιν ὁρᾶν ἐστὶ τὴν ἀναντίρρητον τοῦ Χριστοῦ δύναμιν καὶ θεότητα. 32.3 Ἐπεὶ καὶ τυφλὸς ἐὰν μὴ βλέπῃ τὸν ἥλιον, ἀλλὰ κἂν τῆς ὑπ' αὐτοῦ γενομένης θέρμης ἀντιλαμβανόμενος, οἶδεν ὅτι ἥλιος ὑπὲρ γῆς ἐστίν. Οὕτως καὶ οἱ ἀντιλέγοντες εἰ καὶ μήπω πιστεύουσιν, ἀκμὴν τυφλώττοντες περὶ τὴν ἀλήθειαν, ἀλλὰ κἂν ἑτέρων πιστευόντων γινώσκοντες τὴν δύναμιν, μὴ ἀρνείσθωσαν τὴν τοῦ Χριστοῦ θεότητα καὶ τὴν ὑπ' αὐτοῦ γενομένην ἀνάστασιν. 32.4 ∆ῆλον γὰρ ὅτι εἰ νεκρός ἐστιν ὁ Χριστός, οὐκ ἂν τοὺς δαίμονας ἐδίωκε, καὶ τὰ εἴδωλα ἐσκύλευε· νεκρῷ γὰρ οὐκ ἂν ὑπήκουσαν οἱ δαίμονες. Εἰ δὲ διώκονται φανερῶς τῇ τούτου ὀνομασίᾳ, δῆλον ἂν εἴη μὴ εἶναι τοῦτον νεκρόν, μάλιστα ὅτι δαίμονες, καὶ τὰ μὴ βλεπόμενα τοῖς ἀνθρώποις ὁρῶντες, ἠδύναντο γινώσκειν εἰ νεκρός ἐστιν ὁ Χριστός, καὶ μηδόλως ὑπακούειν αὐτῷ. 32.5 Νῦν δὲ ὃ μὴ