19
ἀγαθῶν παρέχει τὴν αἴσθησιν. ∆ιὸ τοῖς ταῦτα πεινῶσιν, ὁ Θεὸς Λόγος τὴν πλησμονὴν ἐπαγγέλλεται πλησμονὴν ἐξάπτουσαν κόρῳ τὴν ὄρεξιν, οὐκ ἀμβλύνουσαν. Τοῦτο οὖν ἐστιν, ὃ διδάσκει ἐκ τοῦ ὑψηλοῦ τῶν νοημάτων ὄρους δια λεγόμενος, τῷ μηδενὶ τοιούτῳ τὴν ἐπιθυμίαν ἡμῶν προσασχολεῖν, οὗ μηδὲν πρόκειται τοῖς σπουδάζουσι πέρας, ἐν οἷς ματαία τε καὶ ἀνόητός ἐστιν ἡ σπουδή· καθάπερ τοῖς τῇ κορυφῇ τῆς ἑαυτῶν σκιᾶς ἐπιτρέ χουσιν, οἷς ὁ δρόμος ἐπὶ τὸ ἀνήνυτον φέρεται, εἰς ἐκεῖνο ἀεὶ ταχέως τοῦ διωκομένου ὑπεξιόντος τῷ ἐπι τρέχοντι· ἀλλ' ἐκεῖ τρέψαι τὴν ὄρεξιν, ἐν οἷς ἡ σπουδὴ κτῆμα τοῦ σπουδάζοντος γίνεται. Ὁ γὰρ τῆς ἀρετῆς ἐπιθυμήσας, κτῆμα ἴδιον ποιεῖται τὸ ἀγαθὸν, ἐν ἑαυτῷ βλέπων ὃ ἐπεθύμησεν. Μακάριος οὖν ὁ πει νάσας τὴν σωφροσύνην· ἐμπλησθήσεται γὰρ τῆς καθαρότητος. Ἡ δὲ πλησμονὴ, καθὼς εἴρηται, οὐκ ἀποστροφὴν, ἀλλ' ἐπίτασιν ποιεῖ τῆς ὀρέξεως, καὶ συναύξεται ἀλλήλοις κατὰ τὸ ἶσον ἀμφότερα. Τῇ τε γὰρ ἐπιθυμίᾳ τῆς ἀρετῆς ἡ τοῦ ἐπιθυμηθέντος κτῆ σις ἐπηκολούθησεν· καὶ τὸ ἐγγενόμενον ἀγαθὸν ἄπαυ στοι τὴν εὐφροσύνην τῇ ψυχῇ συνεισήνεγκεν. Τοιαύτη γὰρ ἡ τοῦ ἀγαθοῦ τούτου φύσις ἐστὶν, ὡς μὴ ἐν τῷ παρόντι μόνον καταγλυκαίνειν τὸν ἀπολαύοντα, ἀλλ' ἐν πᾶσι τοῖς τοῦ χρόνου μέρεσιν ἐνεργὸν παρέχειν τὴν εὐφροσύνην. Καὶ γὰρ ἡ μνήμη τῶν ὀρθῶς βε βιωμένων εὐφραίνει τὸν κατορθώσαντα· καὶ ἡ ἐν τῷ παρόντι ζωὴ, ὅταν δι' ἀρετῆς διεξάγηται, καὶ ἡ τῆς ἀντιδόσεως προσδοκία, ἣν οὐκ ἄλλην εἶναί τινα ὑπο λαμβάνω, ἢ αὐτὴν πάλιν τὴν ἀρετὴν, ἣ καὶ ἔργον ἐστὶ τῶν κατορθούντων, καὶ γέρας ἐπὶ τοῖς κατορθώ μασι γίνεται. Εἰ δὲ χρή τινος καὶ τολμηροῦ καθάψασθαι λόγου· δοκεῖ τάχα μοι διὰ τοῦ κατὰ τὴν ἀρετήν τε καὶ δικαιο σύνην λόγου ἑαυτὸν προτιθέναι τῇ ὀρέξει τῶν ἀκουόν των ὁ Κύριος· ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δι καιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, ἀλλὰ καὶ ἄρτος ἐξ οὐρανοῦ καταβαίνων, καὶ ὕδωρ ζῶν· οὗ διψῇν ὁμολογεῖ ∆αβὶδ ἔν τινι ψαλμῳδίᾳ, τὸ μακαρι στὸν τοῦτο τῆς ψυχῆς πάθος τῷ Θεῷ προσφέρων, ἐν οἷς φησιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσο μαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὅς μοι δοκεῖ τῇ δυνά μει τοῦ Πνεύματος προπαιδευθεὶς τὰ μεγαλοφυῆ ταῦτα τοῦ Κυρίου διδάγματα, καὶ τὴν πλησμονὴν τῆς τοιαύτης ὀρέξεως ἑαυτῷ προσειπεῖν. Ἐγὼ γὰρ, φησὶν, ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Αὕτη οὖν ἐστι κατά γε τὸν ἐμὸν λόγον ἡ ἀληθὴς ἀρετὴ, τὸ ἀμιγὲς τοῦ χείρονος ἀγαθὸν, περὶ ὃ πᾶν νόημα 44.1248 τῶν πρὸς τὸ κρεῖττον νοουμένων καταλαμβάνεται αὐτὸς ὁ Θεὸς Λόγος, ἡ τοὺς οὐρανοὺς καλύψασα ἀρετὴ, καθὼς ὁ Ἀμβακοὺμ διεξέρχεται, καὶ καλῶς οἱ ταύτην τοῦ Θεοῦ τὴν δικαιοσύνην πεινῶντες, ἐμακαρίσθησαν. Τῷ ὄντι γὰρ ὁ γευσάμενος τοῦ Κυρίου, καθὼς ἡ ψαλμῳδία λέγει, τουτέστιν, ὁ ἐν ἑαυτῷ δεξάμενος τὸν Θεὸν, πλήρης γίνεται οὗ ἐδίψησέν τε καὶ ἐπείνασεν, κατὰ τὴν ὑπόσχεσιν τοῦ εἰπόντος· ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσο μεν, τοῦ ἁγίου Πνεύματος δηλονότι προενοικήσαντος. Οὕτω μοι δοκεῖ καὶ Παῦλος ὁ μέγας ὁ τῶν ἀποῤῥήτων ἐκείνων καρπῶν τῶν ἐκ τοῦ παραδείσου ἀπογευσά μενος, καὶ πλήρης ὧν ἐγεύσατο εἶναι, καὶ ἀεὶ πει νῶν. Καὶ γὰρ πεπληρῶσθαι τοῦ ποθουμένου ὁμολογεῖ λέγων· Ζῇ δὲ ἐν ἐμοὶ Χριστός· καὶ ὡς πεινῶν ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνεται λέγων· Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, τρέχω δὲ ἵνα κατα λάβω. ∆εδόσθω γὰρ ἡμῖν κατ' ἐξουσίαν ὑποθετικῶς εἶναί τι λέγειν, ὃ ἡ φύσις οὐκ ἔχει. Καθάπερ γὰρ ἐπὶ τῆς αἰσθητῆς βρώσεως, εἰ μηδὲν περιττωματικῶς τῶν εἰς τροφὴν λαμβανομένων ἐξεποιεῖτο, ἀλλὰ τὸ ὅλον εἰς προσθήκην τοῦ σωματικοῦ ὕψους ἀνελαμ βάνετο, εἰς πολὺ ἂν ὕψος ἐπήρθη τὰ σώματα, τῆς καθ' ἡμέραν τροφῆς δι' ἑαυτῆς ἐπαυξούσης τὸ μέγε θος· οὕτως ἡ δικαιοσύνη ἐκείνη, καὶ πᾶσα ἡ μετ' αὐτῆς ἀρετὴ, ἐπειδὴ οὐκ ἐκποιεῖται ἐσθιομένη κατὰ τὸν νοητὸν τῆς βρώσεως τρόπον, ὑψηλοτέρους ἀεὶ ποιεῖ δι' ἑαυτῆς τοὺς