1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

19

μόνου τούτου τὰ τῆς ἐπαγγελίας ἤρτητο· καὶ ὅμως τοῦτον εἵλετο καταθῦσαι, ὥσπερ ἐν τῇ ὑποσχέσει τῆς γεννήσεως αὐτοῦ μήτε τῇ οἰκείᾳ νεκρώσει, μήτε τῇ πηρώσει τῆς φύσεως τῆς γυναικὸς κωλυθεὶς πρὸς τὴν πίστιν, οὕτως οὐδὲ ἐνταῦθα τῷ θανάτῳ παρεμποδισθείς. 10.16 Παράβαλε τοίνυν ταῦτα πρὸς τὰ νῦν γεγενημένα καὶ ὄψει σου τὴν μικροψυχίαν καὶ ὄψει τὴν εὐτέλειαν τῶν σκανδαλιζομένων καὶ μαθήσῃ σαφῶς ὅτι οὐδαμόθεν ἑτέρωθέν σοι τὸ σκάνδαλον γίνεται ἢ ἐκ τοῦ μὴ παραχωρεῖν τῇ ἀκαταλήπτῳ τοῦ Θεοῦ προνοίᾳ, ἀλλ' ἐπιζητεῖν οἰκονομιῶν τρόπον πανταχοῦ καὶ αἰτίας τῶν γινομένων ἀπαιτεῖν καὶ ἕκαστα περιεργάζεσθαι. 10.17 Ὅπερ εἰ ἔπαθεν ὁ Ἀβραάμ, ἔμελλε πρὸς τὴν πίστιν χωλεύειν. Ἀλλ' οὐ περιεργάσατο, διὸ καὶ ἔλαμψε καὶ πάντων ἐπέτυχε τῶν ἐπηγγελμένων· οὐδὲ ἐσκανδαλίζετο, οὐδὲ τῷ γήρᾳ, οὐδὲ τῷ μετὰ ταῦτα ἐπιτάγματι· οὐδὲ ἐνόμισε κώλυμα εἶναι τὸ ἐπίταγμα τῇ ὑποσχέσει, οὔτε ἀναιρετικὴν εἶναι τὴν θυσίαν τῆς ἐπαγγελίας, οὐδὲ εἰς ἀπόγνωσιν ἐνέπιπτε τῆς ὑποσχέσεως, καίτοι πρὸς αὐτὸ τὸ πέρας τῶν πραγμάτων ἐλθών. Μὴ γάρ μοι τοῦτο λέγε ὅτι οὐκ εἴασεν ὁ Θεὸς εἰς ἔργον τὸ ἐπίταγμα ἐλθεῖν, οὐδὲ αἱμαχθῆναι τοῦ δικαίου τὴν δεξιάν· ἀλλ' ἐκεῖνο σκόπει ὅτι τούτων οὐδὲν ὁ Ἀβραὰμ ᾔδει, οὐδὲ ὅτι ζῶντα ἀπολήψεται τὸν υἱὸν καὶ οὕτως οἴκαδε ἐπιστρέψαι ἠπίστατο, ἀλλ' ἔτεινεν ὅλην πρὸς τὴν σφαγὴν τὴν ἑαυτοῦ γνώμην. 10.18 ∆ιὰ τοῦτο καὶ ἐκ δευτέρου καλεῖται ἐκ τῶν οὐρανῶν. Οὐ γὰρ εἶπεν αὐτῷ «Ἀβραάμ» ἁπλῶς, ἀλλά «Ἀβραάμ, Ἀβραάμ», τῷ διπλασιασμῷ τῆς φωνῆς τὴν ἐπιτεταμένην πρὸς τὴν θυσίαν προαίρεσιν ἀνείργων τε καὶ ἀναχαιτίζων· οὕτως ὅλος τοῦ ἐπιτάγματος ἦν. Εἶδες πῶς τὸ πᾶν τῇ γνώμῃ αὐτοῦ ἐπεπλήρωτο καὶ σκάνδαλον οὐδαμοῦ. Τὸ δὲ αἴτιον, τὸ μὴ περιεργάζεσθαι τὰ τοῦ Θεοῦ. 10.19 Τί δὲ ὁ Ἰωσήφ; εἰπέ μοι. Οὐ τοιοῦτόν τι καὶ αὐτὸς πέπονθε; Καὶ γὰρ κἀκείνῳ μεγάλη τῆς ὑποσχέσεως χάρις ἦν παρὰ τοῦ Θεοῦ δεδομένη καὶ τὰ γινόμενα πάλιν ἀπεναντίας τῶν ἐπαγγελλιῶν ἐγίνετο. Ἡ μὲν γὰρ ὑπόσχεσις ἦν διὰ τῶν ὀνειράτων προσκυνήσειν αὐτὸν τοὺς ἀδελφοὺς καὶ διπλῆ ὄψις τοῦτο ἀνεκήρυττεν, ἤ τε διὰ τῶν ἄστρων, ἤ τε διὰ τῶν δραγμάτων· τὰ δὲ μετὰ τὰς ὁράσεις ταύτας συμβαίνοντα ἐναντία τῶν ὄψεων ἦν. 10.20 Πρῶτον μὲν γὰρ πόλεμος αὐτῷ χαλεπὸς ἐντεῦθεν κατὰ τὴν πατρῴαν οἰκίαν ἀνερριπίζετο καὶ οἱ τὰς αὐτὰς αὐτῷ λύσαντες ὠδῖνας, διατεμόντες τῆς συγγενείας τοὺς νόμους καὶ διαρρήξαντες τῆς ἀδελφικῆς φιλίας αὐτῆς τὰ δεσμὰ καὶ αὐτοὺς τῆς φύσεως διασαλεύσαντες τοὺς θεσμοὺς, ἐχθροὶ καὶ πολέμιοι καὶ λύκων ἀγριώτεροι περὶ τὸν ἀδελφὸν ἀπὸ τῶν ὀνειράτων ἐκείνων ἐγίνοντο· καὶ ὥσπερ θῆρες ἄγριοι καὶ ἀνήμεροί τινες ἀρνίον ἐν μέσῳ λαβόντες, οὕτω καθ' ἑκάστην ἐπεβούλευον αὐτῷ τὴν ἡμέραν. 10.21 Καὶ πατὴρ τοῦ πολέμου τούτου φθόνος ἦν ἄλογος καὶ βασκανία ἄδικος· καὶ τῷ θυμῷ ζέοντες, φόνου καθ' ἑκάστην ἔπνεον τὴν ἡμέραν, τοῦ φθόνου τὴν κάμινον ταύτην ἀνάπτοντος καὶ τὴν πυρὰν ἐγείροντος. Καὶ ἐπειδὴ τέως αὐτὸν οὐδὲν ἐργάσασθαι ἠδύναντο χαλεπόν, ἔνδον στρεφόμενον καὶ μετὰ τῶν γονέων διατρίβοντα, διαβάλλουσιν αὐτοῦ τὴν ὑπόληψιν καὶ αἰσχρὰν κατασκευάζουσιν αὐτῷ δόξαν καὶ ψόγον καταφέρουσι πονηρόν, τοῦ πατρὸς τὸ φίλτρον ταύτῃ καταλῦσαι βουλόμενοι καὶ πρὸς ἐπιβουλὴν εὐχείρωτον λαβεῖν. 10.22 Εἶτα μετὰ ταῦτα λαβόντες αὐτὸν ἔξω τῶν πατρικῶν ὀφθαλμῶν καὶ ἐπ' ἐρημίας εὑρόντες αὐτοῖς κομίζοντα τροφὴν καὶ εἰς ἐπίσκεψιν αὐτῶν ἀφιγμένον, οὐ τὴν αἰτίαν τῆς ἀφίξεως ᾐδέσθησαν, οὐ τὴν τράπεζαν ᾐσχύνθησαν τὴν ἀδελφικήν, ἀλλὰ τὰ ξίφη ἠκόνουν καὶ πρὸς σφαγὴν ηὐτρεπίζοντο καὶ ἀδελφοκτόνοι πάντες ἐγίνοντο, οὐ μικρόν, οὐ μέγα ἐγκαλεῖν ἔχοντες τῷ μέλλοντι ἀναιρεῖσθαι παρ' αὐτῶν· ἀλλ' ὑπὲρ ὧν αὐτὸν στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι ἔδει, φθονοῦντες, πολεμοῦντες, διαβάλλοντες. 10.23 Ἀλλ' ἐκεῖνος οὐδὲ οὕτως ἀπεστρέφετο αὐτῶν τὴν συνουσίαν, ἀλλὰ καὶ ἐν τοσαύτῃ πονηρίᾳ τὴν ἀδελφικὴν ἐπεδείκνυτο διάθεσιν· οἱ δὲ καὶ οὕτως αὐτὸν ἀνελεῖν ἐπεχείρουν καὶ ἀνεῖλον, τό γε αὐτῶν μέρος καὶ τὰς δεξιὰς ᾕμαξαν καὶ τὴν ἀδελφοκτονίαν