1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

19

ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι»), διὰ δὲ τῆς χολῆς τὸ πικρὸν καὶ ἐπίπονον τῆς θνητῆς καὶ παθητῆς ζωῆς τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναλαμβάνων· διὰ δὲ τοῦ ὄξους τὴν ἐπὶ τὸ χεῖρον τῶν ἀνθρώπων μεταβολὴν αὐτὸς δεχόμενος, καὶ τὴν εἰς τὸ κρεῖττον ἐπάνοδον χαριζόμενος· τῇ πορφυρίδι σημαίνων τὴν βασι λείαν, τῷ καλάμῳ τὸ ἀσθενὲς καὶ σαθρὸν τῆς τοῦ διαβόλου δυνάμεως αἰνιττόμενος, τῷ ῥαπίσματι τὴν ἡμετέραν κηρύττων ἐλευθερίαν, τὰς ἡμετέρας ὑπο μένων ὕβρεις, καὶ παιδείας, καὶ μάστιγας. Τὴν πλευρὰν τῷ Ἀδὰμ παραπλήσιον νυττόμενος, ἀλλ' οὐ γυναῖκα προϊοῦσαν ἐκεῖθεν δεικνὺς, τὸν θάνατον διὰ τῆς ἀπάτης γεννήσασαν, ἀλλὰ πηγὴν ζωῆς τῷ διπλῷ νάματι τὴν οἰκουμένην ζωογονοῦσαν· ὧν τὸ μὲν ἡμᾶς ἐν κολυμβήθρᾳ νεοποιεῖ, καὶ τῇ ἀθανάτῳ περιβάλλει στολῇ· τὸ δὲ τρέφει γεννηθέντας ἐν τῇ τραπέζῃ τῇ θείᾳ, καθάπερ τὰ βρέφη τὸ γάλα. ΚΗʹ. Ὅτι διὰ τῶν τοῦ Χριστοῦ παθῶν ἡ ἡμετέρα γέγονε σωτηρία. Φάρμακα τοίνυν ἐστὶν ἡμέτερα τὰ τοῦ Σωτῆρος ἡμῶν παθήματα· καὶ τοῦτο διδάσκων ὁ προφήτης βοᾷ· «Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται· ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλά κισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· πάντες ὡς πρόβατα ἐπλανήθημεν, διὸ ὡς πρόβατον ἐπὶ σφα γὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος.» Καὶ καθάπερ ποιμὴν τὰ πρόβατα διεσκεδασμένα θεωρῶν, ἓν τῶν προβάτων κατέχων, καὶ ἐφ' ἣν βούλεται νομὴν ἄγων, ἕλκει τὰ λοιπὰ δι' ἐκείνου πρὸς ἑαυτόν· οὕτως ὁ Θεὸς Λόγος τῶν ἀνθρώ πων τὸ γένος πεπλανημένον ἰδὼν, τοῦ δούλου λαβὼν τὴν μορφὴν, καὶ ταύτην συνάψας ἑαυτῷ, πρὸς ἑαυ τὸν δι' ἐκείνης ἐπέστρεψε πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν, καὶ εἰς τὴν θείαν νομὴν ἤγαγε τὰ κακῶς νεμόμενα, καὶ τοῖς λύκοις προκείμενα. ∆ιὰ ταῦτα ὁ Σωτὴρ ὁ ἡμέτερος τὴν ἡμετέραν φύσιν ἀνέλαβε. ∆ιὰ ταῦτα ὁ ∆εσπότης Χριστὸς τὰ σωτήρια κατεδέξατο πάθη, καὶ θανάτῳ παραπεμφθεὶς, καὶ ταφῇ παραδο θεὶς, τὸ μὲν παλαιὸν ἐκεῖνο καὶ πολυχρόνιον κράτος ἔλυσε, τοῖς δὲ τῇ φθορᾷ πεπεδημένοις τὴν ἀφθαρσίαν ὑπέσχετο. Τὸν γὰρ λυθέντα ναὸν ἀνοικοδομήσας, καὶ ἀνεγείρας, καὶ τοῖς κειμένοις καὶ προσδεχομένοις αὐτοῦ τὴν ἀνάστασιν ἀληθεῖς καὶ βεβαίας τὰς ὑπο σχέσεις ὑπέδειξεν. Ὃν τρόπον γὰρ, φησὶν, ἡ ἐξ ὑμῶν ἀναληφθεῖσα φύσις τῇ τῆς θεότητος ἐνοικήσει τε καὶ ἑνώσει, τῆς ἀναστάσεως ἔτυχε, καὶ τὸ φθαρτὸν ἀνα τιθεμένη σὺν τοῖς παθήμασιν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν μετέβη· οὕτω καὶ ὑμεῖς τῆς χαλεπῆς τοῦ θανάτου δουλείας ἀπαλλαγήσεσθε, καὶ τὴν φθορὰν ἀποῤῥίψαντες σὺν τοῖς πάθεσιν, ἐνδύσασθε τὴν ἀπά θειαν. ∆ιὸ καὶ τὸ δῶρον τοῦ βαπτίσματος πᾶσιν ἀν θρώποις διὰ τῶν ἀποστόλων ἐξέπεμψε. «Πορευθέν 75.1469 τες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Τὸ βάπτισμα τοῦ ∆εσποτι κοῦ θανάτου σκιαγραφία τις ὑπάρχει καὶ τύπος. «Εἰ γὰρ σύμφυτοι, φησὶν ὁ Παῦλος, γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» ΚΘʹ. Ἀπόδειξις ἐκ τῶν Ἀποστόλου γραφῶν περὶ τῆς τελείας τοῦ ἀνθρώπου φύσεως. Οὕτω γεννηθεὶς ὁ ∆εσπότης Χριστὸς, οὕτω τρα φεὶς, οὕτω θαυματουργήσας, διὰ ταῦτα παθὼν, σταυρωθεὶς, ἀποθανὼν, κήρυκας ἀποστείλας πᾶσιν ἀνθρώποις τοὺς ἱεροὺς μαθητὰς, εἰς τὸν οὐρανὸν ἀνελήφθη· καὶ ταῦτα ἐν κεφαλαίῳ ἐν τοῖς πρὸς Τιμόθεον γραφεῖσιν, ὁ Ἀπόστολος ἡμᾶς ἐδίδαξε λέγων· «Ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστή ριον, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύ ματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἔθνεσιν, ἐπιστώθη ἐν κόσμῳ,