1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

20

μετέχοντας, πάντοτε τῇ παρ' ἑαυτῆς προσθήκῃ τὸ μέγεθος αὔξουσα. Οὐκοῦν εἰ νε νόηται ἡμῖν ἡ μακαριστὴ πεῖνα, πᾶσαν τὴν ἀπὸ κα κίας πληθώραν ἐμέσαντες, πεινάσωμεν τὴν δικαιο σύνην τοῦ Θεοῦ, ἵνα καὶ εἰς πλησμονὴν αὐτῆς ἔλθω μεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Εʹ.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τάχα τι τοιοῦτόν ἐστιν, ὃ

διά τινος ὀπτασίας ὁ Ἰακὼβ δι' αἰνίγματος ἐπαιδεύθη, κλίμακα ἰδὼν ἀπὸ γῆς ἐπὶ τὸ οὐράνιον ὕψος διήκουσαν, καὶ τὸν Θεὸν ἐπ' αὐτῆς ἐστηριγμένον, οἷον δὴ νῦν καὶ ἡμῖν ἡ διὰ τῶν μακαρισμῶν διδασκαλία ποιεῖ, ἀεὶ πρὸς τὰ ὑψη λότερα τῶν νοημάτων τοὺς δι' αὐτῆς ἀνιόντας ἐπ αίρουσα. Καὶ γὰρ ἐκεῖ τῷ πατριάρχῃ τὸν κατ' ἀρετὴν οἶμαι βίον τῷ εἴδει τῆς κλίμακος διατυποῦσθαι, ὡς ἂν αὐτός τε μάθοι καὶ τοῖς μετ' αὐτὸν ὑφηγήσαιτο, ὅτι οὐκ ἔστιν ἄλλως πρὸς τὸν Θεὸν ὑψωθῆναι, μὴ ἀεὶ πρὸς τὰ ἄνω βλέποντα, καὶ τὴν τῶν ὑψηλῶν ἐπιθυ μίαν ἄληκτον ἔχοντα, ὡς μὴ ἀγαπᾷν ἐπὶ τῶν ἤδη κατορθωθέντων μένειν, ἀλλὰ ζημίαν ποιεῖσθαι, εἰ τοῦ ὑπερκειμένου μὴ ἅψαιτο. Καὶ ἐνταῦθα οὖν ὕψος τῶν ἐπ' ἀλλήλων μακαρισμῶν αὐτῷ προσεγγίζειν τῷ Θεῷ παρασκευάζει, τῷ ἀληθῶς μακαρίῳ, καὶ πάσης ἐπεστηριγμένῳ μακαριότητος. Πάντως δὲ, ὡς τῷ 44.1249 σοφῷ διὰ σοφίας, καὶ διὰ καθαρότητος τῷ καθαρῷ προσεγγίζομεν, οὕτω καὶ τῷ μακαρίῳ διὰ τῆς ὁδοῦ τῶν μακαρισμῶν οἰκειούμεθα. Θεοῦ γὰρ ὡς ἀληθῶς ἴδιον ἡ μακαριότης ἐστίν· διὸ καὶ ἐπεστηρίχθαι τῇ τοιαύτῃ κλίμακι ὁ Ἰακὼβ τὸν Θεὸν διηγήσατο. Ἡ οὖν τῶν μακαρισμῶν μετουσία οὐδὲν ἄλλο, εἰ μὴ θεό τητος κοινωνία ἐστὶ, πρὸς ἣν ἡμᾶς ἀνάγει διὰ τῶν λεγομένων ὁ Κύριος. ∆οκεῖ οὖν μοι θεοποιεῖν τρόπον τινὰ διὰ τῆς εἰς τὸ ἀκόλουθον προκειμένης τοῦ μακαρισμοῦ ὑφηγήσεως, τὸν ἀκούοντά τε καὶ συνιέντα τοῦ λόγου. Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Οἶδα πολλαχοῦ τῆς θείας Γραφῆς, τῷ ὀνόματι τοῦ ἐλεήμονος τοὺς ἁγίους ἄνδρας τὴν θείαν δύναμιν προσκαλουμένους· οὕτως ὁ ∆αβὶδ ἐν ταῖς ὑμνῳδίαις· οὕτως Ἰωνᾶς ἐν τῇ καθ' ἑαυτὸν προφητείᾳ· οὕτως ὁ μέγας Μωϋσῆς ἐν πολλοῖς τῆς νομοθεσίας κατανομά ζει τὸ Θεῖον. Εἰ οὖν πρέπουσα τῷ Θεῷ ἡ προσηγορία τοῦ ἐλεήμονος· τί ἄλλο καὶ οὐχὶ θεόν σε προσκαλεῖται γενέσθαι ὁ λόγος, οἱονεὶ μορφωθέντα τῷ τῆς θεότητος ἰδιώματι; Εἰ γὰρ ἐλεήμων ὁ Θεὸς παρὰ τῆς θεοπνεύ στου Γραφῆς ὀνομάζεται· τὸ δὲ ἀληθῶς μακαριστὸν, ἡ θεότης ἐστί· φανερὸν ἂν εἴη τὸ ἐκ τοῦ ἀκολούθου νοούμενον, ὅτι κἂν ἄνθρωπός τις ὢν ἐλεήμων γένηται, τῆς θείας ἀξιοῦται μακαριότητος, ἐν ἐκείνῳ γενόμε νος, ᾧ τὸ Θεῖον κατονομάζεται. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Πῶς οὖν οὐ μακάριον ἐκεῖνο κληθῆναι καὶ γενέσθαι τὸν ἄνθρω πον, ᾧπερ ὁ Θεὸς ἐκ ποῦ ποιεῖν ὀνομάζεται; ἀλλὰ τὸ μὲν ζηλοῦν τὰ μείζονα τῶν χαρισμάτων, συμβουλεύει διὰ τῶν ἰδίων λόγων καὶ ὁ θεῖος Ἀπόστολος· ἡμῖν δὲ σκοπός ἐστιν, οὐχ ὅπως ἀναπεισθείημεν τῶν καλῶν ὀρέγεσθαι (τοῦτο γὰρ αὐτομάτως ἔγκειται τῇ ἀνθρω πίνῃ φύσει, τὸ πρὸς τὸ καλὸν ἐπιῤῥεπῶς ἔχειν)· ἀλλ' ὅπως ἂν μὴ ἁμάρτοιμεν τῆς τοῦ καλοῦ κρίσεως. Ἐν τούτῳ γὰρ μάλιστα τῷ μέρει πλημμελεῖται ἡμῶν ἡ ζωὴ, ἐν τῷ μὴ δύνασθαι ἀκριβῶς συνιέναι τί τὸ φύσει καλὸν, καὶ τί τὸ δι' ἀπάτης τοιοῦτον ὑπονοούμενον. Εἰ γὰρ γυμνὴ προέκειτο ἡ κακία τῷ βίῳ, καὶ μή τινι καλοῦ φαντασίᾳ προσκεχρωσμένη, οὐκ ἂν ηὐτομόλησε πρὸς αὐτὴν τὸ ἀνθρώπινον. Οὐκοῦν συνέσεως ἡμῖν χρεία, πρὸς τὴν τοῦ προκειμένου ῥητοῦ κατανόησιν, ὡς ἂν διδαχθέντες τὸ ἀληθινὸν τοῦ ἐγκειμένου νοή ματος κάλλος, κατ' αὐτὸ μορφωθείημεν. Ὥσπερ γὰρ ἡ περὶ τὸ Θεῖον ὑπόληψις, ἔγκειται μὲν πᾶσι φυσι κῶς τοῖς ἀνθρώποις· ἐν δὲ τῇ ἀγνοίᾳ τοῦ ἀληθῶς ὄντος Θεοῦ, ἡ περὶ τὸ σπουδαζόμενον γίνεται δι αμαρτία (οἷς μὲν γὰρ ἡ ἀληθὴς θεότης ἐστὶ