20
ἀπήρτισαν. 10.24 Ἀλλ' ἡ εὐμήχανος καὶ ἐν τοῖς ἀπόροις εὔπορος τοῦ Θεοῦ σοφία καὶ ἐν αὐτῷ τῷ βαράθρῳ καὶ ἐν αὐτῇ τοῦ θανάτου τῇ ἐπαγωγῇ, ἐκ τῶν μιαρῶν αὐτῶν ἐκεῖνον ἐξήρπασε χειρῶν. Συνεβούλευσε μὲν γὰρ τῶν ἀδελφῶν εἷς, ὥστε ἀποστῆναι τῆς μιαιφονίας ἐκείνης· ἔπεισε δὲ ὁ Θεὸς καὶ τὴν σφαγὴν διεκώλυσεν. Οὐ μὴν οὐδὲ ἐνταῦθα ἵστατο τὰ δεινά, ἀλλὰ περαιτέρω προῄει πάλιν. Ἐπειδὴ γὰρ αὐτὸν ἐκωλύθησαν ἀνελεῖν, ἔζεε δὲ ὁ θυμὸς αὐτῶν ἔτι καὶ τὰ τῆς ὀργῆς ἤκμαζε καὶ πολὺ τὸ κλυδώνιον τοῦ πάθους ἦν, εἰς ἕτερόν τι τὴν ὀργὴν μετήνεγκαν. 10.25 Ἀποδύσαντες γὰρ καὶ δήσαντες αὐτὸν καὶ εἰς λάκκον ῥίψαντες οἱ ὠμοὶ καὶ ἀπάνθρωποι καὶ θηριώδεις, οὕτω τῆς παρ' αὐτοῦ κομισθείσης τραπέζης ἀπήλαυον· καὶ ὁ μὲν ἦν ἐν λάκκῳ περὶ τῶν ἐσχάτων δεδοικώς, οἱ δὲ ἐτρύφων καὶ ἐμέθυον. Καὶ οὐδὲ ἐνταῦθα ἵσταντο τῆς μανίας, ἀλλ' ἰδόντες ἀνθρώπους βαρβάρους καὶ πόρρω τῆς αὐτῶν ἀπῳκισμένους χώρας εἰς τὴν Αἴγυπτον κατιόντας, λαβόντες ἀπέδοντο τὸν ἀδελφόν, ἕτερον θάνατον ἐντεῦθεν αὐτῷ κατασκευάζοντες, μακρότερόν τινα καὶ χαλεπώτερον καὶ πολλῆς γέμοντα ταλαιπωρίας. 10.26 Μειράκιον γὰρ ὢν καὶ μειράκιον κομιδῆ καὶ μετὰ πολλῆς τῆς ἐλευθερίας ἐν οἰκίᾳ πατρῴᾳ τραφεὶς καὶ δουλείας ἁπάσης ἄμοιρος ὢν καὶ τῆς ἐν δουλείᾳ ταλαιπωρίας, ἐννόησον τί ποτε ἔπασχεν, ἀθρόον δοῦλος ἀντ' ἐλευθέρου καὶ ξένος ἀντὶ πολίτου γενόμενος καὶ τὴν ἐσχάτην αἰχμαλωσίαν ὑπομένων· οὐχὶ δουλείαν μόνον, ἀλλὰ καὶ πατρὸς καὶ μητρὸς καὶ τῶν αὐτῷ προσηκόντων ἁπάντων ἀπορρηγνύμενος, γυμνός, ξένος, ἄοικος, ἄπολις, νόμῳ δουλείας βαρβαρικαῖς χερσὶν ἐκδεδομένος. 10.27 Τί γὰρ οὐκ ἦν αὐτὸν ἱκανὸν θορυβῆσαι; τὸ ἀθρόον, τὸ ἀπροσδόκητον, τὸ παρ' ἐλπίδα ἀμελέτητον, τὸ χαλεπὸν τῆς συμφορᾶς, τὸ παρ' ἀδελφῶν καὶ ἀδελφῶν ἀγαπωμένων, μὴ μικρόν, μὴ μέγα ἐκείνους ἠδικηκότα, μᾶλλον δὲ καὶ εὐεργετηκότα, ταῦτα παθεῖν; Καὶ ὅμως οὐδενὶ τούτων διεταράττετο, ἀλλ' ἀπήγετο διὰ τῶν ἐμπόρων ἐκείνων εἰς Αἴγυπτον, δουλείαν ἐκ δουλείας ἀμείβων. 10.28 Καὶ γὰρ καὶ ἐκεῖ πάλιν ἐγίνετο δοῦλος καὶ ᾤκει βαρβαρικὴν οἰκίαν ὁ Ἑβραῖος, ὁ εὐγενής, ὁ διπλῆν ἐλευθερίαν ἐλεύθερος καὶ τὴν τοῦ σώματος καὶ τὴν τῆς ψυχῆς· καὶ οὐδὲ ἐντεῦθεν ἐταράττετο, οὐδὲ ἐσκανδαλίζετο πρὸς τὰ γεγενημένα, τῶν ὄψεων ἀναμιμνησκόμενος τῶν τὰ ἐναντία ἐπαγγελλομένων, οὐδὲ περιειργάζετο, τί δήποτε ταῦτα γίνεται; 10.29 Καὶ οἱ μὲν ἀδελφοκτόνοι καὶ λύκοι καὶ θῆρες καίτοι ταῦτα ἠδικηκότες, ἐπὶ τῆς πατρῴας οἰκίας τρυφῶσιν. αὐτὸς δὲ ὁ προσδοκηθεὶς αὐτῶν βασιλεύς, αἰχμάλωτος, δοῦλος, εἰς ἀλλοτρίαν ἀπεμποληθείς, τὴν ἐσχάτην ὑπομένει ταλαιπωρίαν, οὐ μόνον αὐτῶν οὐ βασιλεύσας, ἀλλὰ καὶ δοῦλος αὐτῶν γενόμενος καὶ ἐκ πολλοῦ τοῦ διαμέτρου τἀναντία ταῖς ὑποσχέσεσι παθών. Οὐ γὰρ δὴ μόνον βασιλείας τότε οὐκ ἐπέτυχεν, ἀλλὰ καὶ πατρίδος καὶ ἐλευθερίας καὶ τῆς τῶν γονέων ἐξέπεσεν ὄψεως. 10.30 Καὶ οὐδὲ ἐνταῦθα αὐτῷ τὰ τῶν ἀγώνων ἵστατο, ἀλλ' ἕτερον βαθύτερον ἀνωρύττετο βάραθρον, θάνατον πάλιν ἔχον καὶ σφαγήν, θάνατον ἐπονείδιστον καὶ σφαγὴν αἰσχύνης γέμουσαν. Ἰδοῦσα γὰρ αὐτὸν ἀδίκοις ὀφθαλμοῖς ἡ κεκτημένη καὶ ἁλοῦσα τῷ κάλλει τοῦ νεανίσκου, ὑπὸ τῆς λαμπρᾶς αὐτοῦ χειρωθεῖσα ὄψεως καὶ αὐτὴ πάλιν δόλους ἔρραπτε καὶ ἐπιβουλάς. 10.31 Καὶ τὰ δίκτυα τῆς ἀκολασίας πάντοθεν ἁπλώσασα, καθ' ἑκάστην παρετήρει τὴν ἡμέραν εἴσω τῆς οἰκείας σαγήνης τὸν νεανίσκον λαβεῖν καὶ εἰς τὸ τῆς μοιχείας ἐμβαλεῖν βάραθρον καὶ θανάτῳ παραδοῦναι ἀθανάτῳ. Καὶ καθ' ἑκάστην ἡμέραν ἐπὶ τὴν ἄγραν ἐξῄει ταύτην, ὑπὸ τοῦ πάθους κεντουμένη καὶ ὑπὸ τοῦ ἀκολάστου τούτου ἔρωτος. Καί ποτε εὑροῦσα μόνον, ἐπὶ τὴν ἄδικον αὐτὸν πρὸς βίαν εἷλκεν εὐνὴν καὶ τὸν ἀλλότριον διορύξαι γάμον ἠνάγκαζε καὶ τὴν σωφροσύνην αὐτοῦ λυμήνασθαι ἐπεχείρει. 10.32 Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθεν ἔπαθέ τι χαλεπὸν ὁ δίκαιος ἐκεῖνος· ἀλλὰ καὶ ἐπιθυμίας τυραννίδα καὶ νέας ἡλικίας θορύβους καὶ ἀκολάστου γυναικὸς ἐπιβουλὴν καὶ δεσποίνης ἐφόδους καὶ νεότητος ταραχὰς καὶ πάντα ὅσα εἰκὸς ἐκ τῆς ἁφῆς ἐκείνης γενέσθαι καὶ τῆς