20
ἀνελήφθη ἐν δόξῃ.» Καὶ τὴν μὲν φανέρω σιν συνέζευξε τῇ σαρκὶ, τὴν δὲ δικαίωσιν κατὰ τὴν τῶν αἱρετικῶν ἀβελτηρίαν· ἐδικαιώθη δὲ τῇ συνερ γείᾳ τοῦ Πνεύματος. Ἆρα τὸ δικαιῶσαν Πνεῦμα, κρεῖττον τοῦ δικαιωθέντος Υἱοῦ; Ἀλλ' οὐκέτι ταῦτα οὐκ ἔστι· τὸ γὰρ ἡμέτερον ἐδικαιώθη διὰ τοῦ ἐν αὐτῷ φανερωθέντος Θεοῦ, ὃς ἀχωρίστως αὐτῷ συν ημμένος, τήν τε ἄκραν ἐπαίδευσεν ἀρετὴν, καὶ τῶν βελῶν τῆς ἁμαρτίας ἐφύλαξεν ἄγευστον, καὶ ἀμύη τον, καὶ τῆς διαβολικῆς ἀπάτης ὑπέρτερον· καὶ θα νάτου πρὸς βραχὺ γεύσασθαι συγχωρήσας, παραυ τίκα τῆς ἐκείνου τυραννίδος ἀπήλλαξε, καὶ τῆς οἰκείας αὐτῷ ζωῆς μεταδέδωκε, καὶ εἰς οὐρανοὺς ἀνήγαγε, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐκάθισεν, καὶ ὄνομα αὐτῷ ἐχαρίσατο τὸ ὑπὲρ πᾶν ὄνομα, τὴν οἰκείαν αὐτῷ ἀξίαν δωρησάμενος· καὶ τὴν τῆς φύσεως αὐτοῦ προσ ηγορίαν λαβὼν, Υἱὸς ἀνθρώπου ὁ προαιώνιος τοῦ Θεοῦ Λόγος ηὐδόκησεν ὀνομάζεσθαι. «Οὐδεὶς γὰρ, φησὶν, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐξ οὐρα νοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρα νῷ.» Κατέβη δὲ οὐχ ὁ ἐκ σπέρματος ∆αβὶδ ἐκ τῶν οὐρανῶν, ἀλλ' ὁ τῶν [οὐρανῶν] ποιητὴς, ὁ ὑπέρχρο νος Θεοῦ Λόγος, ὁ πρὸ τῶν αἰώνων ὑπάρχων· διὰ δὲ τὴν πρὸς τὸ ἀνθρώπινον ἕνωσιν, λαμβάνει τοῦ Υἱοῦ τοῦ ἀνθρώπου τὸ ὄνομα· καὶ ἑτέρωθι δὲ πάλιν οὕτως αὐτὸν προσαγορεύει· «Ἐὰν ἴδητε τὸν Υἱὸν τοῦ ἀν θρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον·» οὐχ ἡ τοῦ δούλου μορφὴ, ἀλλ' ἡ τοῦ Θεοῦ μορφή· καὶ αὖθις· «Ὅτι υἱὸς ἀνθρώπου ἐστὶ, φησὶ, μὴ θαυμά ζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ ἀκούσονται οἱ ἐν τοῖς μνήμασι τῆς φωνῆς αὐτοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.» Οὐ τῆς ἀνθρωπότητος δὲ ψιλῆς τοῦτο τὸ ἴδιον, ἀλλὰ τῆς ἐνεργούσης θεότητος, καὶ τῆς φαινομένης δὴ ἀνθρω πότητος διὰ τὴν πρὸς τὴν θεότητα συνάφειάν τε καὶ ἕνωσιν. Λʹ. Ὅτι Υἱὸς ἡ τοῦ δούλου μορφὴ διὰ τὴν συνάφειαν ὡσαύτως προσαγορεύεται. Οὕτως ὁ Θεὸς Λόγος οἰκειοῦται τῆς τοῦ δούλου 75.1472 μορφῆς τὴν εὐτέλειαν, καὶ Θεὸς ὑπάρχων, ἄνθρωπος ἠθέλησεν ὀνομάζεσθαι. Καὶ ὥσπερ μετέλαβε τῶν τοῦ ἀνθρώπου ταπεινῶν, οὕτω τῶν ὑψηλῶν αὐτῷ μετα δέδωκε. Καλεῖται γὰρ τὸ τῆς Παρθένου βρέφος Ἐμ μανουὴλ, καὶ τὸ τοῖς σπαργάνοις ἐνειλημμένον, καὶ θηλὴν ἕλκον, καὶ τρεφόμενον γάλακτι, καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ Θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς, καὶ ἄρχων εἰρή νης, καὶ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, καὶ Υἱὸς Ὑψίστου, καὶ Σωτὴρ, καὶ Κύριος, καὶ τῶν ὅλων ∆ημιουργός. «Εἷς γὰρ, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Καὶ μὴν τὰ Ἰησοῦς καὶ Χρι στὸς ὀνόματα, τῆς οἰκονομίας εἰσὶ σημαντικά· ἡ δὲ οἰκονομία, οὐ πρὸ τῆς κτίσεως, οὐδὲ εὐθὺς μετὰ τὴν κτίσιν, ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐγένετο· ἐπειδὴ τοίνυν τὸ Χριστὸς ὄνομα, οὐ τὸν ληφθέντα μόνον, ἀλλὰ καὶ τὸν λαβόντα Λόγον μετὰ τοῦ ληφθέν τος δηλοῖ (τοῦ Θεοῦ γὰρ καὶ τοῦ ἀνθρώπου τοῦτο σημαντικόν ἐστιν)· ὁ Παῦλος ἀνατίθησι καὶ τῷ ὁρω μένῳ διὰ τὴν πρὸς τὸ κρυπτόμενον ἕνωσιν, τὴν τοῦ παντὸς ποίησίν τε καὶ διακόσμησιν· διὸ καὶ ἑτέρωθι τὸν Χριστὸν ἐπὶ πάντων προσαγορεύει Θεόν· «Ἐξ ὧν γὰρ, φησὶν, Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.» Οὐκ ἐπειδὴ τοῦ ∆αβὶδ ὁ ἀπόγονος αὐτὸς καθ' αὑτὸν Θεός ἐστι, καὶ ἐπὶ πάντων Θεὸς, ἀλλ' ὅτι τοῦ Θεοῦ τοῦ ἐπὶ πάντων ὑπῆρχε ναὸς, ἡνω μένην καὶ συνημμένην ἔχων ἑαυτῷ τὴν θεότητα. ΛΑʹ. Ὅτι δύο μὲν εἰσὶ φύσεις, ἓν δὲ τὸ πρόσωπον τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Οὐ γὰρ εἰς πρόσωπα δύο τὴν οἰκονομίαν μερίζομεν, οὐδὲ υἱοὺς δύο ἀντὶ τοῦ Μονογενοῦς κηρύττομέν τε καὶ