21
αὐτοῦ θαλάμου δυστυχῆ. Ὁ γὰρ νεανίας ἐκεῖνος ἐξ ἀρχῆς αὐτῆς οὔπω ἔφηβος ὢν ἀπεστρέφετο τουτὶ τὸ κῆδος καθάπερ τοὺς μορμολυττομένους τὰ βρέφη. Τούτων δὲ τὴν μὲν Ῥαϊμούντῳ τῷ υἱῷ κόμητος Βραχενῶνος κατηγγυήσατο, τὴν ἑτέραν δὲ συνέζευξε τῷ Εὐβούλῳ ἐπιφανεστάτῳ καὶ τούτῳ κόμητι. Οὐδὲ ταῦτα τὰ συναλλάγματα πρὸς τὸ ἀσύμφορον ἑώρα Ῥομπέρτῳ· ἀλλὰ πανταχόθεν γὰρ συνεκεκρότητο καὶ συνη θροίζετο ἑαυτῷ δύναμιν, ἐκ γένους, ἐκ τυραννίδος, ἐξ ἀγχιστείας, ἐξ ἄλλων τρόπων παντοδαπῶν, ὧν ἄν τις οὐδὲ ἐπινοήσαιτο.
1.13.1 Ξυμπίπτει δὲ μεταξὺ καί τι τοιοῦτον, ὅπερ ἄξιον ἀφηγήσασθαι· ἔστι γὰρ καὶ τοῦτο εἰς εὐτυχίαν τούτου ἀνα φερόμενον. Καὶ γὰρ καὶ τοὺς τῆς δύσεως ἅπαντας ἀρχη γοὺς ἀναχαιτίζεσθαι τῆς πρὸς τοῦτον φορᾶς σφόδρα τῆς τῶν πραγμάτων εὐροίας τῷ βαρβάρῳ λογίζομαι, ἁπαν ταχόθεν τῆς τύχης αὐτῷ συνεργούσης καὶ ἐπαιρούσης εἰς τυραννίδα καὶ πᾶν τὸ ἐπωφελὲς περαιουμένης. Ὁ γάρ τοι πάπας τῆς Ῥώμης (γενναία δὲ αὕτη ἀρχὴ καὶ στρατεύμασι παντοδαποῖς περιφραττομένη) μετὰ τοῦ ῥηγὸς Ἀλαμανίας Ἐνερίχου διαφορὰν ἐσχηκὼς ἐβούλετο πρὸς συμμαχίαν ἑλκύσαι Ῥομπέρτον ἤδη περιφανέστατον γεγονότα καὶ πρὸς μεγάλας ἀρχὰς ἀκμάσαντα. 1.13.2 Ἡ δὲ διαφορὰ ῥηγός τε καὶ πάπα τοιαύτη τις ἦν. Ὁ μὲν γὰρ κατῃτιᾶτο τὸν ῥῆγα Ἐνέριχον ὡς τὰς ἐκκλησίας οὐ προῖκα διδόντα, ἀλλὰ δωρημάτων ἀποδιδόμενον καί που καὶ ἀναξίοις ἀνδράσι τὴν ἀρχιερωσύνην καταπιστεύοντα καὶ τοιούτων ἐγκλημάτων ἐδίωκεν. Ὁ δέ γε ῥὴξ Ἀλαμανίας τυραννίδος τὸν πάπαν ἐγράφετο, ὡς ἄτερ γνώμης αὐτοῦ τὸν ἀποστολικὸν ἐξαρ πάσειε θρόνον. Καί που καὶ ἀπηναισχυντήκει πρὸς τοῦτον καὶ ἰταμωτέροις ἐχρήσατο λόγοις, ὡς, εἰ μὴ ἐκσταίη τῆς αὐθαιρέτου προεδρίας, μεθ' ὕβρεως ἐκεῖθεν ἀπελαθήσεται. 1.13.3 Τούτων οὖν ἀκούσας ὁ πάπας τῶν λόγων κατὰ τῶν πρέσβεων εὐθὺς ἐμεμήνει καὶ αἰκισάμενος πρότερον ἀπαν θρώπως, εἶτα καὶ κείρας τὰς κεφαλὰς καὶ ἐπικείρας τοὺς πώγωνας, τὰς μὲν ψαλίσι, ξυρῷ δὲ τοὺς πώγωνας, καὶ ἄλλο τι προσεξεργασάμενος ἀτοπώτατον καὶ βαρβαρικὴν ὕβριν ὑπερελαῦνον ἀφῆκεν. Εἶπον ἂν καὶ τὴν ὕβριν, εἰ μή με καὶ γυναικεία καὶ βασιλικὴ ἐπεῖχεν αἰδώς. Ἐκεῖνο γὰρ οὐχ ὅπως ἀνάξιον ἀρχιερέως τὸ παρ' ἐκείνου πραχθέν, ἀλλ' οὐδ' ὅλως ἀνθρώπου Χριστιανικὸν ἐπιφερομένου καὶ τοὔ νομα. Ἐβδελυξάμην καὶ τὸ ἐνθύμημα τοῦ βαρβάρου, μὴ ὅτι γε τοὖργον, ἐπεὶ καὶ τὸν γραφέα κάλαμον καὶ τὸν χάρτην ἐμόλυνα ἄν, εἰ τὸ πραχθὲν κατὰ μέρος διεξῄειν. Ἀλλ' εἰς παράστασιν καὶ βαρβαρικῆς ὕβρεως καὶ ὅτι ὁ χρόνος ῥέων ἤθη ἀνδρῶν παντοδαπὰ πρὸς κακίαν ἀναφύει καὶ πάντολμα, ἀρκέσει αὐτὸ τοῦτο τὸ μηδὲ μικρόν τι τοῦ πραχθέντος ἀνασχέσθαι ἡμᾶς παρεμφῆναι ἢ διηγήσασθαι. 1.13.4 Καὶ ταῦτα ἀρχιερέως, ὦ δίκη, καὶ ταῦτα πρώτου ἀρχιερέως καὶ ταῦτα προκαθημένου τῆς οἰκουμένης ἁπάσης γενομένου, ὥσπερ οὖν καὶ οἱ Λατῖνοι λέγουσί τε καὶ οἴονται· ἔστι γὰρ καὶ τοῦτο τῆς ἀλαζονείας αὐτῶν. Μεταπεπτω κότων γὰρ τῶν σκήπτρων ἐκεῖθεν ἐνθάδε εἰς τὴν ἡμεδαπήν τε καὶ ἡμετέραν βασιλίδα πόλιν καὶ δὴ καὶ τῆς συγκλήτου καὶ ἅμα πάσης τῆς τάξεως μεταπέπτωκε καὶ ἡ τῶν θρόνων ἀρχιερατικὴ τάξις. Καὶ δεδώκασιν οἱ ἀνέκαθεν βασιλεῖς τὰ πρεσβεῖα τῷ θρόνῳ Κωνσταντινουπόλεως, καὶ μάλιστα ἡ ἐν Χαλκηδόνι σύνοδος εἰς περιωπὴν πρωτίστην τὸν Κωνσταν τινουπόλεως ἀναβιβασαμένη τὰς ἀνὰ τὴν οἰκουμένην διοι κήσεις ἁπάσας ὑπὸ τοῦτον ἐτάξατο. 1.13.5 Μήποτε οὖν ἡ τοιαύτη πρὸς τοὺς πρέσβεας ὕβρις ἀνεφέρετο πρὸς τὸν πεπομφότα ἰοῦσα, οὐ μόνον ὅτι τούτους ἐκόλασεν, ἀλλ' ὅτι καὶ καινήν τινα τὴν εἰς αὐτοὺς γενομένην ὕβριν αὐτὸς πρῶτος ἐξεύρατο. Ἠνίττετο γὰρ δι' ὧν ἐποίει τὸ τοῦ ῥηγός, ὡς οἶμαι, εὐκαταφρόνητον, ὥσπερ τις ἡμίθεος ἡμιόνῳ διαλεγόμενος διὰ τῶν καθυβρισμένων τουτωνὶ πρέσβεων. 1.13.6 Ὁ μὲν οὖν πάπας ἐπειδὴ ταῦτα πεπραχὼς καὶ τοὺς