21
ὄψεως καὶ τῆς μανίας, μετὰ πολλῆς τῆς εὐκολίας ὑπερβάς, ὥσπερ τις ἀετὸς ὑψηλὸν τείνας τὸ πτερὸν καὶ αὐτὰ ἀποδυσάμενος τὰ ἱμάτια καὶ καταλιπὼν ταῖς ἀκολάστοις χερσίν, ἐξῆλθεν ἱματίων μὲν γυμνός, λαμπρὰν δὲ τῆς σωφροσύνης ἕχων τὴν περιβολὴν καὶ τῆς ἁλουργίδος αὐτῆς περιφανεστέραν. 10.33 Ἐντεῦθεν αὐτῷ ξίφος ἠκονᾶτο πάλιν καὶ θάνατος ἐμελετᾶτο καὶ τὰ κύματα ἐπὶ τὸ μεῖζον ᾔρετο καὶ ἡ μανία τῆς γυναικὸς τῆς Βαβυλωνίας καμίνου σφοδρότερον ἀνήπτετο. Ἥ τε γὰρ ἐπιθυμία λοιπὸν ἐπὶ μεῖζον ἠγείρετο, ὅ τε θυμός, ἕτερον χαλεπώτατον πάθος, μετὰ πολλῆς προσετίθετο τῆς ἀγριότητος καὶ φόνον ἔβλεπε καὶ ἐπὶ ξίφος ἔτρεχε καὶ σφαγῆς ἤρα παρανομωτάτης καὶ τὸν τῆς σωφροσύνης ἀθλητὴν καὶ τὴν τῆς καρτερίας καὶ ὑπομονῆς ἀγωνιστὴν ἀνελεῖν ἔσπευδε. 10.34 Καὶ εἰσπηδήσασα πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς, ἀπαγγείλασα αὐτῷ τὰ γεγενημένα, οὐχ ὡς ἡ τοῦ πράγματος εἶχεν ἀλήθεια, ἀλλ' ὡς αὐτὴ τὸ δρᾶμα τῆς συκοφαντίας κατεσκεύασεν, ἔπεισεν ἅπερ ἤθελε τὸν δικαστήν, ἐρημίαν κατηγοροῦσα καὶ ὡς ἠδικημένη τὴν ἐκδικίαν ἐπεζήτει εἰς ἀπόδειξιν ὧν ἔλεγε τὰ ἱμάτια τοῦ ἀθώου νεανίσκου περιφέρουσα ταῖς ἀκαθάρτοις χερσὶν ἐκείναις. 10.35 Καὶ ὁ διεφθαρμένος δικαστὴς οὐκ εἰς δικαστήριον εἰσήγαγε τὸν κατηγορούμενον, οὐ λόγου μετέδωκεν, ἀλλὰ τὸν οὐδὲ ἑωρακότα δικαστήριον, ὡς ἑαλωκότα, ὡς ἐληλεγμένον καὶ μοιχὸν ἀπηρτισμένον κατεδίκασε καὶ εἰς δεσμωτήριον ἐνέβαλε καὶ ἁλύσει παρέδωκε. Καὶ ἦν λοιπὸν ὁ τοσούτους στεφάνους ἀναδησάμενος ἀρετῆς, μετὰ γοήτων, μετὰ τυμβωρύχων, μετὰ ἀνδροφόνων, μετὰ τῶν τὰ ἔσχατα τετολμηκότων, ἐν τῷ δεσμωτηρίῳ. 10.36 Ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων ἐθορύβει. Καὶ ἕτερος μὲν τῷ βασιλεῖ προσκεκρουκὼς ἠφίετο, αὐτὸς δὲ μακρὸν ἔνδον ἔμενε χρόνον, ὑπὲρ ὧν αὐτὸν στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι ἔδει, τὴν ἐσχάτην τίνων τιμωρίαν. Καὶ οὐδὲ οὕτως ἐταράττετο, οὐδὲ ἐσκανδαλίζετο, οὐδὲ εἶπε· «Τί τοῦτο; εἰς τί τοῦτο; ὁ μέλλων ἐγὼ τῶν ἀδελφῶν βασιλεύειν, οὐ μόνον ταύτης ἐξέπεσον τῆς τιμῆς, ἀλλὰ καὶ πατρίδος καὶ οἰκίας καὶ γονέων καὶ παρ' αὐτῶν τῶν μελλόντων με προσκυνεῖν ἀνῃρέθην. 10.37 Εἶτα μετὰ τὴν σφαγὴν ἐπράθην, δοῦλος ἐγενόμην βαρβάρων καὶ συνεχεῖς ἤμειψα δεσπότας· καὶ οὐδὲ ἐνταῦθα ἔστη μοι τὰ δεινά, ἀλλὰ πανταχοῦ βάραθρα καὶ σκόπελοι. Μετὰ γὰρ τὴν ἐπιβουλὴν τῶν ἀδελφῶν καὶ τὴν σφαγὴν καὶ τὴν δουλείαν καὶ τὴν προτέραν καὶ τὴν δευτέραν, πάλιν μοι θάνατος ἐμελετήθη καὶ συκοφαντία τῆς προτέρας χαλεπωτέρα καὶ ἐπιβουλὴ καὶ ἔφοδος καὶ δικαστήριον διεφθαρμένον καὶ κατηγορία αἰσχύνην ἔχουσα πολλὴν καὶ σφαγὴν ἡμῖν ὠδίνουσα. 10.38 Καὶ οὔτε λόγου μεταλαβών, ἁπλῶς καὶ ὡς ἔτυχεν εἰς δεσμωτήριον ἀπηνέχθην καὶ ἁλύσεσι περίκειμαι μετὰ μοιχῶν καὶ ἀνδροφόνων καὶ τῶν τὰ ἔσχατα τετολμηκότων. Καὶ ὁ μὲν ἀρχιοινοχόος ἀπηλλάγη καὶ ἁλύσεως καὶ δεσμωτηρίου· ἐγὼ δὲ οὐδὲ μετ' ἐκεῖνον ἀδείας τινὸς ἀπολαῦσαι δεδύνημαι· κἀκείνῳ μὲν εἰς ἔργον ἐξέβη τὸ ὄναρ κατὰ τὴν ἑρμηνείαν τὴν ἐμήν· ἐγὼ δὲ ἐν τοῖς ἀνηκέστοις εἰμὶ κακοῖς. 10.39 Ταῦτα αἱ ὄψεις προεδήλουν ἐκεῖναι; ταῦτα τῶν ἀστέρων ὁ ἀριθμός; ταῦτα τὰ δράγματα; Ποῦ τὰ τῶν ἐπαγγελιῶν; ποῦ τὰ τῶν ὑποσχέσεων; Ἆρα ἠπατήμαι; ἆρα παρελογίσθην; πῶς γάρ με λοιπὸν προσκυνήσουσιν οἱ ἀδελφοί, τὸν δοῦλον, τὸν αἰχμάλωτον, τὸν δεσμώτην, τὸν μοιχὸν εἶναι νομιζόμενον, τὸν περὶ τῶν ἐσχάτων κινδυνεύοντα, τὸν τοσοῦτον αὐτῶν ἀπῳκισμένον; Οἴχεται πάντα ἐκεῖνα καὶ ἀπόλωλεν. 10.40 Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἀνέμενε τὸ τέλος, εἰδὼς καὶ αὐτὸς τοῦ Θεοῦ τὸ εὐμήχανον καὶ τὴν σοφίαν τὴν εὔπορον· καὶ οὐ μόνον οὐκ ἐσκανδαλίζετο, ἀλλὰ καὶ ἐνηβρύνετο καὶ ἐκαλλωπίζετο τοῖς γινομένοις. 10.41 Τί δὲ ὁ ∆αυΐδ, εἰπέ μοι; Οὐ μετὰ τὸ χρισθῆναι εἰς βασιλέα καὶ λαβεῖν τοῦ δήμου τῶν Ἑβραίων τὰ σκῆπτρα τῇ τοῦ Θεοῦ ψήφῳ καὶ τὸ λαμπρὸν ἐκεῖνο στῆσαι τρόπαιον κατὰ τοῦ βαρβάρου, τὰ χαλεπώτατα πάντων ἔπαθε, πολεμούμενος, ἐπιβουλευόμενος παρὰ τοῦ Σαούλ, περὶ αὐτὸ τὸ ζῆν κινδυνεύων, εἰς πολέμους ἐπισφαλεῖς ἐκπεμπόμενος, συνεχῶς πρὸς τὴν