1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

21

διώκτου ποιήσας ἀπόστολον. Εἰ δὲ ἐκεῖνος τῶν ἀφανισθέντων ἁμαρτημάτων μέμνηται, πολλῷ μᾶλλον ἡμᾶς τῶν μετὰ τὸ βάπτισμα μεμνῆσθαι χρή. Τίς γὰρ ἡμῖν ἀπολογία ἔσται, ἢ ποία συγγνώμη, ὅταν ἐκεῖνος μὲν τῶν ἀνευθύνων μνημονεύῃ συνεχῶς, ἡμεῖς δὲ μηδὲ ὧν μέλλομεν λόγον ὑπέχειν, μηδὲ τούτων ἑαυτοὺς ὑπομιμνήσκωμεν, ἀλλ' ἀφέντες τὰ οἰκεῖα, τὰ ἀλλότρια περιεργαζώμεθα κακά; [Ἄκουσον τὸν Πέτρον λέγοντα· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι.] Ἄκουσον πῶς καὶ Ματθαῖος τῆς προτέρας ἑαυτοῦ κατηγορεῖ ζωῆς, καὶ τελώνην ἑαυτὸν καλεῖ, καὶ οὐδὲ αἰσχύνεται τὸν πρότερον ἐκπομπεύων βίον. Ἐπειδὴ γὰρ οὐδὲν εἶχον κατηγορεῖν ἑαυτῶν μετὰ τὸ βάπτισμα, τῶν προτέρων ἐμέμνηντο, παιδεύοντες ἡμᾶς τῶν μὲν ἀλλοτρίων κακῶν μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ οἰκεῖα μεριμνᾷν καὶ συνεχῶς ἀναστρέφειν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἕτερον φάρμακον τοιοῦτον πρὸς τὴν τῶν ἁμαρτημάτων ἀναίρεσιν, ὡς ἡ συνεχὴς αὐτῶν ἀνάμνησις, καὶ ἡ διηνεκὴς αὐτῶν κατηγορία. Οὕτως ὁ τελώνης τὰ μυρία ἠδυνήθη κακὰ ἀποθέσθαι, ἵνα εἴπῃ· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· οὕτως ὁ Φαρισαῖος τῆς δικαιοσύνης ἁπάσης ἐξέπεσεν, ὅτι ἀφεὶς λογίζεσθαι τὰ αὐτῷ πεπλημμελημένα, τὴν οἰκουμένην κατεδίκαζε, λέγων· Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες καὶ πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος παρῄνει λέγων· Ἕκαστος δὲ δοκιμαζέτω τὸ ἑαυτοῦ ἔργον, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Βούλει μαθεῖν καὶ ἐν τῇ Παλαιᾷ πῶς οἱ δίκαιοι κατηγόρησαν ἑαυτῶν; Ἄκουε καὶ τούτων ἐκείνοις συνῳδὰ φθεγγομένων. Ὁ μὲν γὰρ ∆αυῒδ ἔλεγεν· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Ὁ δὲ Ἡσαΐας ἐβόα· Οἴμοι ὁ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων. Καὶ οἱ τρεῖς παῖδες ἐν καμίνῳ διατρίβοντες, καὶ τὰ σώματα θανάτῳ διὰ τὸν Θεὸν παραδόντες, ἐν τοῖς ἐσχάτοις τῶν ἁμαρτωλῶν ἑαυτοὺς ἠρίθμουν, Ἡμάρτομεν, ἠνομήσαμεν, λέγοντες· καίτοι τί λαμ56.190 πρότερον ἐκείνων, τί καθαρώτερον ἦν; Καὶ γὰρ εἰ καί τινας ἦσαν ἁμαρτίας πεποιηκότες, πάσας ἀπέσμηξε τῆς φλογὸς ἐκείνης ἡ φύσις. Ἀλλ' οὐ πρὸς τὰ κατορθώματα ἑώρων τὰ οἰκεῖα, ἀλλὰ τὰ ἁμαρτήματα ἀνελογίζοντο. Οὕτω καὶ ∆ανιὴλ μετὰ τὸν λάκκον τῶν λεόντων, μετὰ τὰς μυρίας τιμωρίας, ἃς ὑπέμεινε, καὶ αὐτὸς ἑαυτοῦ κατηγόρει, τοῦ δὲ πλησίον οὐδείς. Τί δή ποτε; Ὅτι ὁ μὲν ἑτέρους λέγων κακῶς, παροξύνει τὸν ∆εσπότην. Ὁ δὲ ἑαυτὸν λέγων κακῶς, ἐξιλεοῖ καὶ καταλλάττει· καὶ τὸν δίκαιον δικαιότερον ἀπεργάζεται, καὶ τὸν ἁμαρτωλὸν ἐξαρπάζει τῶν ἐγκλημάτων καὶ συγγνώμης ἄξιον ποιεῖ. Ταῦτ' οὖν εἰδότες, μὴ τὰ ἀλλότρια, ἀλλὰ οἰκεῖα πολυπραγμονῶμεν κακά· ἀναπτύξωμεν ἡμῶν τὸ συνειδὸς, ἀναμνησθῶμεν ἡμῶν τὴν ζωὴν ἅπασαν, ἕκαστον τῶν ἡμαρτημένων ἡμῖν περιεργασώμεθα, καὶ μὴ μόνον μὴ λέγωμεν κακῶς ἑτέρους, ἀλλὰ μηδὲ ἀκούωμεν ἑτέρων λεγόντων κακῶς. Καὶ γὰρ καὶ τούτου ἔγκλημα κεῖται καὶ τιμωρία μεγίστη· Ἀκοὴν γὰρ, φησὶ, ματαίαν μὴ παραδέξῃ. Οὐκ εἶπεν, Ἀκοῇ ματαίᾳ μὴ πιστεύσῃς, ἀλλὰ, Μηδὲ δέξῃ αὐτήν· ἀπόφραξον τὰ ὦτα, ἀποτείχισον τῇ κατηγορίᾳ τὴν εἴσοδον, δεῖξον ὅτι τοῦ κατηγορουμένου οὐκ ἔλαττον αὐτὸς ὁ ἀκούων ἐχθρὸς εἶ καὶ πολέμιος τῷ κακῶς λέγοντι. Μίμησαι τὸν προφήτην οὕτω λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Οὐκ εἶπεν, ὅτι Οὐκ ἐπίστευον, οὐδὲ ὅτι Οὐ παρεδεχόμην τὰ λεγόμενα, ἀλλὰ καὶ ἀπήλαυνον, ὡς ἐχθρὸν καὶ πολέμιον. ιʹ. Ἀλλ' εἰσί τινες, οἳ ψυχρᾷ παραμυθίᾳ ἑαυτοὺς παραμυθοῦνται, οὑτωσὶ λέγοντες· Κύριε, μὴ στήσῃς μοι τὴν ἁμαρτίαν ταύτην, ὅτι ἀκοῆς λόγον ὀφείλω. Τίς χρεία τῆς ἀπολογίας; τίς χρεία τῆς συγγνώμης ταύτης; Σίγησον, καὶ ἀπήλλαξαι τῶν ἐγκλημάτων· μηδὲν εἴπῃς, καὶ καθαρὸς εἶ τῆς ἀγωνίας. Τί σαυτῷ πράγματα πλέκεις, καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις; Τί ποιεῖς ὑπεύθυνον ἑαυτὸν ἐγκλημάτων; τί τὸ φορτίον