22
πρέσβεις οὕτως, ὡς εἶπον, ἀποπεμψάμενος πρὸς τὸν ῥῆγα, μέγιστον πόλεμον ἀνηρέθισεν. Ἵνα δὲ μὴ τῷ Ῥομπέρτῳ προσθέμενος ὁ ῥὴξ ἀφορητότερος γένοιτο, φθάνει τὰ πρὸς εἰρήνην τῷ Ῥομπέρτῳ διακηρυκευσάμενος, οὐδὲ πρότερον φιλίως διακείμενος πρὸς αὐτόν. Πυθόμενος γὰρ τὸν δοῦκα Ῥομπέρτον κατειληφότα τὴν Σάλερνον ἀπά ρας ἐκεῖνος τῆς Ῥώμης εἰς Βενεβενδὸν παραγίνεται. Καὶ διὰ πρέσβεων πρὸς ἀλλήλους διαλεχθέντες εἶθ' οὕτως καὶ αὐτοπροσώπως ἐντετυχηκότες ἀλλήλοις. Καὶ γὰρ ὁ μὲν τῆς Βενεβενδοῦ μετὰ τοῦ οἰκείου ξυντάγματος, ὁ δὲ τῆς Σαλέρνου μετὰ στρατιᾶς ἐξιόντες, κᾆθ' οὕτως τῶν στρα τευμάτων γεγονότων ἐκ διαστήματος ἱκανοῦ, ἑκάτερος τοῦ οἰκείου τάγματος ἀποστάς, συνηλθέτην τε τὼ ἄνδρε καὶ πίστεις παρ' ἀλλήλων καὶ ὅρκους λαβόντες ὑπέστρεψαν. Οἱ δὲ ὅρκοι, ἵν' ὁ μὲν πάπας τήν τε τοῦ ῥηγὸς ἀξίαν περιθείη αὐτῷ καὶ συμμαχίαν δοίη καιροῦ καλοῦντος κατὰ Ῥωμαίων· ὁ δὲ δοὺξ ἀνθωρκίζετο τῷ πάπᾳ προσβοηθεῖν ὅποι βούλοιτο. Μάταια δ' ἄρα ἦσαν τὰ τῶν ὅρκων παρ' ἀμφοτέρων τελούμενα. Ὅ τε γὰρ πάπας κατὰ τοῦ ῥηγὸς εὖ μάλα παρώξυντο καὶ ὁ πρὸς ἐκεῖνον πόνος κατήπειγεν, ὅ τε δοὺξ Ῥομπέρτος τῇ Ῥωμαίων ἐπωφθαλμία καὶ ὥσπερ τις κάπρος ἄγριος τοὺς ὀδόντας κατὰ τούτων ἐτετρίγει τε καὶ τὸν θυμὸν ἔθηγεν, ὥστε μέχρι λόγων οἱ ὅρκοι τούτων. Καὶ ὀμνύντες αὐτίκα τὸ πρὸς ἀλλήλους οἱ βάρβαροι τὸ παραυτίκα καὶ παρεσπόνδουν. 1.13.7 Ὁ μὲν δοὺξ Ῥομπέρτος συστρέψας τοὺς χαλινοὺς ἐπὶ τὴν Σάλερνον ἔσπευδεν, ὁ δὲ κατάπτυστος οὗτος πάπας (οὐδὲ γὰρ ἔχω τί ποτ' ἂν ἄλλο τοῦτον ἐπονομάζειν τὴν ἀπάνθρωπον ἐκείνην ὕβριν ἐνθυμηθεῖσα τὴν εἰς τοὺς πρέσβεας) μετὰ πνευματικῆς χάριτος καὶ εὐαγγελικῆς εἰρήνης ἐπὶ τὸν πόλεμον ὁ δεσπότης ἐχώρει ὅλῃ γνώμῃ καὶ ὅλαις χερσὶ τὸν ἐμφύλιον, ὁ εἰρηνικὸς ταῦτα καὶ τοῦ εἰρηνικοῦ μαθητής. Τοὺς γὰρ Σάξονας αὐτίκα καὶ τοὺς Σαξόνων ἡγεμόνας Λαντοῦλφόν τε καὶ Οὐέλκον μεταπεμψάμενος, καὶ πολλὰ μὲν καὶ ἄλλα ἐν ὑποσχέσεσιν ὑποτείνας καὶ ῥῆγας ποιήσειν τῆς ἑσπέρας ἁπάσης ἐπαγγειλάμενος εἰς ἑαυτὸν ὑποσύρει τοὺς ἄνδρας. Οὕτως ἐκεῖνος εὔκολον εἶχε τὴν δεξιὰν εἰς χειροθεσίαν ῥηγῶν τοῦ Παύλου παρακούων, ὡς ἔοικε, «χεῖρας ταχέως μηδενὶ ἐπιτίθει» λέγοντος· ὁ δὲ τὸν δοῦκα Λογγιβαρδίας ἐταινίου καὶ τοὺς Σάξονας τούτους ἔστεφε. 1.13.8 Συνα γηοχότος τοίνυν ἑκατέρου τὰς δυνάμεις αὐτῶν, τοῦ τε ῥηγὸς Ἀλαμανίας Ἐνερίχου καὶ τοῦ πάπα, καὶ πρὸς ἀλλήλους παραταξαμένων ἥ τε κερατίνη σάλπιγξ τὸ ἐνδό σιμον ἐδεδώκει καὶ συνερράγησαν εὐθὺς αἱ φάλαγγες καὶ μάχη ἐξ ἑκατέρων ἀνερριπίσθη μεγάλη καὶ παραμόνιμος. Ἐπὶ τοσοῦτον γὰρ ἐξ ἑκατέρου μέρους ἠνδρίσαντο καὶ ταῖς ἀπὸ τῶν δοράτων τρώσεσι καὶ τοξευμάτων βολαῖς ἐνεκαρ τέρησαν, ὡς ἐν βραχεῖ χρόνῳ πᾶσαν τὴν ὑποκειμένην πεδιάδα ὑπὸ τῶν αἱμάτων τῶν ἀπὸ τῶν φόνων ἐνθαλατ τεύεσθαι καὶ τοὺς ὑπολοίπους ἄνδρας ἐμπλέοντας τῷ πολλῷ λύθρῳ μάχεσθαι. Ἔστιν ὅπου καὶ τοῖς νεκροῖς σώμασι συμποδιζομένους διαπίπτειν καὶ τῷ ποταμῷ τῶν αἱμάτων ἐμπνίγεσθαι. Εἰ γὰρ ὑπὲρ τὰς τριάκοντα χιλιάδας ἄνδρες κατ' ἐκείνην τὴν μάχην, ὥς φασιν, ἐπεπτώκεισαν, πόσος ῥοῦς αἵματος κατερρύη, πόσον διάστημα γῆς τῷ λύθρῳ πεπάλακτο. 1.13.9 Εἶχον οὖν, ὡς οὕτως εἰπεῖν, ἴσας ὑσμίνῃ τὰς κεφαλὰς καὶ ἑκατέρα μερίς, ἕως ὁ τῶν Σαξόνων ἡγεμὼν Λαντοῦλφος διεῖπε τὸν πόλεμον. Ἐπεὶ δὲ ἐκεῖνος καιρίαν ἐβλήθη καὶ αὐτίκα τὴν ψυχὴν ἀφῆκεν, ἔκλινεν ἡ φάλαγξ τοῦ πάπα καὶ τὰ νῶτα τοῖς ἐχθροῖς ἐδεδώκει οὐκ ἀναιμάκτως οὐδ' ἄνευ τραυμάτων φεύγοντες. Ἔφεπε δὲ τούτους κλονέων ὁ Ἐνέριχος καὶ μάλα θαρρήσας τὴν μετα δίωξιν, ἐξ ὅτου καὶ τὸν Λαντοῦλφον ἐπύθετο πεπτωκότα καὶ πολεμίας χειρὸς ἔργον γεγενημένον. Ἀλλ' ἔστη τοῦ δρόμου καὶ ἀναπνεῖν ἐπέταττε τὰ στρατεύματα· καὶ ἐξο πλισάμενος αὖθις ἐπὶ τὴν Ῥώμην ἔσπευδε πολιορκήσειν αὐτὴν προθυμούμενος. 1.13.10 Ἐνθύμιον ἐνταῦθα