1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

22

ἑπτὰ τῆς ἀρχῆς ἀντελάβετο; Ἀλλὰ καὶ ὅμως οὗτοι ταύτην ἄγοντες τὴν ἡλικίαν, ἴσχυον καλεῖν πατέρα ἢ μητέρα. 36.2 Τίς οὖν ἄρα ἐστὶν ὁ σχεδὸν πρὶν γενέσεως βασιλεύων, καὶ σκυλεύων τοὺς ἐχθρούς; Τίς δὲ τοιοῦτος γέγονε βασιλεὺς ἐν τῷ Ἰσραήλ, καὶ ἐν τῷ Ἰούδᾳ, λεγέτωσαν οἱ Ἰουδαῖοι διερευνήσαντες, ἐφ' ὃν τὰ ἔθνη πάντα τὴν ἐλπίδα τέθεινται καὶ εἰρήνην ἔσχε; Καὶ οὐ μᾶλλον ἠναντιοῦντο πανταχόθεν αὐτοῖς; 36.3 Ἕως γὰρ συνειστήκει ἡ Ἰερουσαλήμ, πόλεμος ἦν ἄσπονδος αὐτοῖς, καὶ ἐμάχοντο πάντες πρὸς τὸν Ἰσραήλ, Ἀσσύριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, Βαβυλώνιοι δὲ ἐπιβαίνοντες· καὶ τό γε θαυμαστόν, ὅτι καὶ Σύρους τοὺς ἐκ γειτόνων ἀντιπολεμοῦντας εἶχον αὐτοῖς. Ἢ οὐχὶ ∆αβὶδ τοὺς ἐν Μωὰβ ἐπολέμει, καὶ τοὺς Σύρους ἐξέκοπτεν, Ἰωσίας τοὺς πλησίον ἐφυλάττετο, καὶ Ἐζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχηρείμ, καὶ Μωϋσεῖ ὁ Ἀμαλὴκ ἐστρατεύετο, καὶ οἱ Ἀμορραῖοι ἠναντιοῦντο Ἰησοῦ τῷ τοῦ Ναυὴ, οἱ τὴν Ἱεριχὼ κατοικοῦντες ἀντι- παρετάσσοντο; Καὶ ὅλως ἄσπονδα ἦν τοῖς ἔθνεσι πρὸς τὸν Ἰσραὴλ τὰ τῆς φιλίας; Τίς οὖν ἐστὶν εἰς ὃν τὰ ἔθνη τὴν ἐλπίδα τίθεται, ἄξιον ἰδεῖν· εἶναι γὰρ δεῖ, ἐπεὶ καὶ τὸν προφήτην ἀδύνατον ψεύσασθαι. 36.4 Τίνος δὲ τῶν ἁγίων προφητῶν ἢ τῶν ἄνωθεν πατριαρχῶν ὁ θάνατος ἐν σταυρῷ γέγονεν ὑπὲρ τῆς πάντων σωτηρίας; Ἢ τίς ἐτραυ ματίσθη καὶ ἀνῃρέθη ὑπὲρ τῆς πάντων ὑγείας; Τίς δὲ τῶν δικαίων ἢ τῶν βασιλέων κατῆλθεν εἰς Αἴγυπτον, καὶ τῇ τούτου καθόδῳ τὰ τῶν Αἰγυπτίων εἴδωλα πέπαυται; Ἀβραὰμ μὲν γὰρ κατῆλθε, καὶ πάλιν ἡ εἰδωλολατρία κατὰ πάντων. Μωϋσῆς ἐκεῖ γεγέννηται, καὶ οὐδὲν ἧττον ἦν ἐκεῖ ἡ τῶν πεπλανημένων θρησκεία.

37.1 Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται, καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας; Ἀβραὰμ μὲν γὰρ ἐπὶ κλίνης ἐκλείπων ἀπέθανεν· Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ αὐτοὶ ἐξάραντες τοὺς πόδας ἐπὶ κλίνης ἀπέθανον. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τῷ ὄρει, ∆αβὶδ ἐν τῷ οἴκῳ τετελεύτηκεν, οὐδεμίαν ἐπιβουλὴν ὑπὸ τῶν λαῶν παθών. Εἰ δὲ καὶ ἐζητήθη ὑπὸ τοῦ Σαούλ, ἀλλὰ ἀβλαβὴς ἐσῴζετο. Ἡσαΐας ἐπρίσθη μέν, ἀλλ' οὐκ ἐπὶ ξύλου κε κρέμασται· Ἱερεμίας ὑβρίσθη, ἀλλ' οὐ κατακριθεὶς ἀπέθανεν· Ἰεζεκιὴλ ἔπασχεν, ἀλλ' οὐχ ὑπὲρ τοῦ λαοῦ, ἀλλὰ τὰ ἐσόμενα κατὰ τοῦ λαοῦ σημαίνων. 37.2 Ἔπειτα οὗτοι, καὶ πάσχοντες, ἄνθρωποι ἦσαν, ὁποῖοι καὶ πάντες κατὰ τὴν τῆς φύσεως ὁμοιότητα· ὁ δὲ σημαινόμενος ἐκ τῶν γραφῶν ὑπὲρ πάντων πάσχειν, οὐκ ἁπλῶς ἄνθρωπος, ἀλλὰ ζωὴ πάντων λέγεται, κἂν ὅμοιος κατὰ τὴν φύσιν τοῖς ἀνθρώποις. «Ὄψεσθε γάρ, φησί, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν», καὶ· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Πάντων μὲν γὰρ τῶν ἁγίων τὴν γενεάν τις δύναται μαθὼν ἄνωθεν διηγήσασθαι τίς καὶ πόθεν ἕκαστος γέγονε· τοῦ δὲ τυγχάνοντος ζωῆς ἀδιήγητον τὴν γενεὰν οἱ θεῖοι σημαίνουσι λόγοι. 37.3 Τίς οὖν ἐστι, περὶ οὗ ταῦτα λέγουσιν αἱ θεῖαι γραφαί; ἢ τίς τηλικοῦτος, ὡς καὶ τοὺς προφήτας περὶ αὐτοῦ τοσαῦτα προκαταγγέλλειν; Ἀλλὰ γὰρ οὐδεὶς ἄλλος ἐν ταῖς γραφαῖς εὑρίσκεται, πλὴν τοῦ κοινοῦ πάντων Σωτῆρος τοῦ Θεοῦ Λόγου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὗτος γάρ ἐστιν ὁ ἐκ παρθένου προελθὼν καὶ ἄνθρωπος ἐπὶ γῆς φανεὶς καὶ ἀδιήγητον ἔχων τὴν κατὰ σάρκα γενεάν. Οὐ γάρ ἐστιν ὃς δύναται τὸν κατὰ σάρκα πατέρα τούτου λέγειν, οὐκ ὄντος τοῦ σώματος αὐτοῦ ἐξ ἀνδρὸς ἀλλ' ἐκ παρθένου μόνης. 37.4 Ὥσπερ οὖν τοῦ ∆αβὶδ καὶ Μωϋσέως καὶ πάντων τῶν πατριαρχῶν τοὺς πατέρας τις γενεαλογεῖν δύναται, οὕτως οὐδεὶς δύναται τὴν κατὰ σάρκα γενεὰν τοῦ Σωτῆρος ἐξ ἀνδρὸς διηγήσασθαι. Οὗτός ἐστιν ὁ καὶ τὸν ἀστέρα σημαίνειν τὴν τοῦ σώματος γένεσιν ποιήσας. Ἔδει γὰρ ἀπ' οὐρανοῦ κατερχόμενον τὸν Λόγον, ἐξ οὐρανοῦ καὶ τὴν σημασίαν ἔχειν· καὶ ἔδει τὸν τῆς κτίσεως βασιλέα προερ χόμενον, ἐμφανῶς ὑπὸ πάσης τῆς οἰκουμένης γινώσκεσθαι. 37.5 Ἀμέλει ἐν Ἰουδαίᾳ ἐγεννᾶτο, καὶ οἱ ἀπὸ Περσίδος ἤρχοντο προσκυνῆσαι αὐτῷ.