22
τῶν πονηρῶν ὑπεξαιρέσει ὁ τῶν ἀγαθῶν κατά λογος ἀντεισέρχεται, εἰρήνη καὶ δικαιοσύνη, καὶ πᾶσα τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀκολουθία. Τί τοίνυν ἂν εἴη μακαριστότερον, τὸ οὕτω τὸν βίον ἔχειν, οὐκέτι μοχλοῖς καὶ λίθοις τὴν ἀσφάλειαν τῆς ζωῆς ἡμῶν πιστευόντων, ἀλλ' ἐν ἀλλήλοις ἠσφαλι σμένων; Ὥσπερ γὰρ ὁ ἀπηνής τε καὶ θηριώδης, δυσμενεῖς ἑαυτῷ τοὺς τῆς ἀγριότητος πεπειραμένους ποιεῖ· οὕτως ἐκ τοῦ ἐναντίου, εὔνοι ἅπαντες τῷ ἐλεοῦντι γινόμεθα, φυσικῶς τοῖς μετέχουσι τοῦ ἐλέου τὴν ἀγάπην ἐντίκτοντος. Οὐκοῦν ἐστιν ὁ ἔλεος, ὥς γε ὁ λόγος ὑπέδειξεν, εὐνοίας πατὴρ, ἀγάπης ἐνέχυρον, σύνδεσμος πάσης φιλικῆς διαθέσεως· τῆς δὲ ἀσφα λείας ταύτης, τί ἂν ἐπινοηθείη κατὰ τὴν ζωὴν ὀχυ ρώτερον; Ὥστε εἰκότως ὁ Λόγος μακαρίζει τὸν ἐλεή μονα, τοσούτων ἀγαθῶν τῷ ὀνόματι τούτῳ ἐμφαινο μένων. Ἀλλὰ τὸ μὲν βιωφελῆ τὴν τοιαύτην συμβου λὴν εἶναι, παντός ἐστι μὴ ἀγνοῆσαι· ἐμοὶ δὲ δοκεῖ πλέον τι τῶν ἐκ τοῦ προχείρου νοουμένων, τῇ τοῦ μέλλοντος ἐκλήψει δι' ἀποῤῥήτων παραδηλοῦν ἡ διάνοια. Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες· ὅτι αὐ τοὶ ἐλεηθήσονται· ὡς ὕστερον ἀποκειμένης τοῖς ἐλεοῦσι τῆς κατὰ τὸν ἔλεον ἀντιδόσεως. Οὐκοῦν ὡς ἂν οἷοί τε ὦμεν τὴν εὔληπτον ταύτην καὶ ἐκ τοῦ προχείρου τοῖς πολλοῖς εὑρισκομένην καταλιπόντες διάνοιαν, πρὸς τὸ ἐσώτερον τοῦ κατα πετάσματος διακύψαι, τῷ λόγῳ κατὰ τὸ δυνατὸν ἐγ χειρήσωμεν. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεη θήσονται. Ἔστι μὲν οὖν τι καὶ δογμάτων ὑψηλότε ρον ἐν τῷ λόγῳ μαθεῖν· ὅτι πάντων ἀγαθῶν τὰς ἀφορμὰς ὁ κατ' εἰκόνα ἑαυτοῦ ποιήσας τὸν ἄνθρωπον, τῇ φύσει τοῦ πλάσματος ἐναπέθετο, ὡς μηδὲν ἡμῖν 44.1256 τῶν καλῶν ἔξωθεν ἐπεισκρίνεσθαι, ἀλλ' ἐφ' ἡμῖν εἶ ναι ὅπερ βουλόμεθα, οἷον ἐκ ταμείου τινὸς προχειρι ζομένους τὸ ἀγαθὸν ἐκ τῆς φύσεως· ἀπὸ μέρους γὰρ περὶ τοῦ παντὸς διδασκόμεθα, ὅτι οὐκ ἔστιν ἄλλως τινὰ τῶν κατ' ἐπιθυμίαν τυχεῖν, μὴ αὐτὸν ἑαυτῷ τὸ ἀγαθὸν χαριζόμενον· διό φησί που πρὸς τοὺς ἀκούον τας ὁ Κύριος, ὅτι Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν· καὶ, ὅτι Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται· ὡς καὶ τὸ λαβεῖν τὸ ποθούμενον, καὶ τὸ εὑρεῖν τὸ ζητούμενον, καὶ τὸ ἐντὸς τῶν ἐπιθυμουμένων γενέ σθαι, ἐφ' ἡμῖν εἶναι ὅταν βουλώμεθα, καὶ τῆς ἡμετέρας ἐξηρτῆσθαι γνώμης. Ὧ κατὰ τὸ ἀκόλουθον συγ κατασκευάζεται, καὶ τὸ ἐξ ἐναντίου νοούμενον, ὅτι καὶ ἡ πρὸς τὸ χεῖρον ῥοπὴ, μηδεμιᾶς ἔξωθεν βιαζο μένης ἀνάγκης ἐγγίνεται, ἀλλ' ὁμοῦ τὸ ἑλέσθαι τὸ κακὸν, ὑφίσταται, τότε εἰς γένεσιν παραγενόμενον, ὅταν ἑλώμεθα· αὐτὸ δὲ ἐφ' ἑαυτοῦ κατ' ἰδίαν ὑπό στασιν ἔξω προαιρέσεως, οὐδαμοῦ τὸ κακὸν εὑρίσκε κείμενον. Ἐκ δὲ τούτων ἡ αὐτοκρατής τε καὶ αὐτ εξούσιος δύναμις, ἣν ἐνετεκτήνατο τῇ φύσει τῶν ἀν θρώπων ὁ τῆς φύσεως Κύριος, σαφῶς ἐπιδείκνυται, διὰ τοῦ πάντα τῆς προαιρέσεως τῆς ἡμετέρας ἠρτῆ σθαι, εἴτε ἀγαθὰ, εἴτε χείρονα· τὴν δὲ θείαν κρίσιν ἀδεκάστῳ καὶ δικαίῳ. ψήφῳ τῆς κατὰ τὴν ἡμετέραν πρόθεσιν ἑπομένην, ἐκεῖνο νέμειν ἑκάστῳ, ὅπερ ἂν ἑαυτῷ τις παρεχόμενος τύχῃ· τοῖς μὲν, καθώς φη σιν ὁ Ἀπόστολος, καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴν καὶ θλίψιν, καὶ πάντα ὅσα τῆς σκυθρωπῆς ἀντιδόσεώς ἐστιν ὀνόματα. Ὥσπερ γὰρ τὰ ἀκριβῆ τῶν κατόπτρων τοιαύτας δείκνυσι τὰς τῶν προσώπων ἐμφάσεις, οἷά περ ἂν τὰ πρόσωπα ᾖ, φαιδρὰ μὲν τῶν φαιδρυ νομένων, κατηφῆ δὲ τῶν σκυθρωπαζόντων· καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὴν τοῦ κατόπτρου φύσιν, εἰ σκυ θρωπὸν ἐμφανείη τὸ ἀπεικόνισμα τοῦ πρωτοτύπου διὰ κατηφείας συμπεπτωκότος· οὕτω καὶ ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται, οἷά περ ἂν τὰ παρ' ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ἰδίων παρέχουσα. ∆εῦτε, φησὶν, οἱ εὐλογημένοι· καὶ, Πορεύεσθε, οἱ κατηραμένοι, Μή τις ἀνάγκη τῶν ἔξωθεν ἐπὶ τούτων ἐστὶν, τοῖς δεξιοῖς μὲν τὴν γλυκεῖαν φωνὴν, τοῖς δὲ ἀριστεροῖς τὴν σκυθρωπὴν ἀποκληροῦσα; Οὐχ οὗτοι μὲν δι' ὧν ἐποίησαν, ἔσχον τὸν ἔλεον, οἱ δὲ τῷ πρὸς τοὺς ὁμοφύλους ἀπηνῶς ἔχειν, ἀπηνὲς