23
λαμβάνει ὁ πάπας τὰς συνθήκας καὶ τοὺς ὅρκους τοῦ Ῥομπέρτου καὶ διαπρεσβεύεται πρὸς αὐτὸν εἰς συμμαχίαν ἀποπειρώ μενος. Καὶ δὴ κατὰ ταὐτὸν καὶ ὁ Ἐνέριχος συμμαχίαν ἐζήτει πέμψας κατὰ τῆς πρεσβυτάτης Ῥώμης ὁρμώμενος. Ἀλλ' ἔδοξεν ἑκάτερος τότε λῆρος Ῥομπέρτῳ τοιαῦτα ἐπιζητῶν· ἐκεῖνος δὲ πρὸς μὲν τὸν ῥῆγα ἄλλον τρόπον καὶ ἀγράφως ἀπεκρίνατο, πρὸς δὲ τὸν πάπαν ἐπιστολὴν διεχά ραξεν. Εἶχε δὲ τὰ τῆς ἐπιστολῆς ὧδέ πως «τῷ μεγάλῳ ἀρχιερεῖ καὶ κυρίῳ μου Ῥομπέρτος δοὺξ ἐν Θεῷ. Τὴν γεγενημένην κατὰ σοῦ τῶν ἐχθρῶν ἔφοδον διακηκοὼς οὐ πάνυ τι τῇ ἀκοῇ προσεθέμην εἰδώς, ὡς οὐκ ἄν τις τολμή σειεν ἀντᾶραί σοι χεῖρας. Τίς γὰρ κατὰ τοσούτου πατρὸς ἐπιχειρήσειεν, εἰ μὴ μαίνοιτο; Ἐμὲ δὲ ἴσθι πρὸς πόλεμον βαρύτατον ἐξοπλιζόμενον καὶ πρὸς ἔθνος δυσκαταγώνιστον. Ῥωμαῖοι γάρ εἰσι πρὸς οὓς ὁ πόλεμος, οἳ πᾶσαν γῆν καὶ θάλασσαν τροπαίων ἐνέπλησαν. Σοὶ δὲ ἀλλ' ἀπὸ ψυχῆς βαθείας πίστιν ὀφείλω, ἣν καὶ καιροῦ καλοῦντος παρά σχοιμι». Οὕτως ἐκεῖνος καὶ ἀμφοτέρων τῶν εἰς συμμαχίαν καλούντων τοὺς πρέσβεις, τοὺς μὲν τῇ ἐπιστολῇ ταύτῃ, τοὺς δὲ πιθανοῖς τισι λόγοις διακρουσάμενος ἀπεπέμψατο.
1.14.1 Ἀλλὰ μὴ παρῶμεν τὰ κατὰ Λογγιβαρδίαν αὐτῷ διαπεπραγμένα πρὶν ἥκειν εἰς τὸν Αὐλῶνα σὺν τῷ στρα τεύματι. Ὁ μὲν γὰρ καὶ ἄλλως ἦν τυραννικὸς ἀνὴρ καὶ πικρότατος, τότε δὲ καὶ Ἡρώδου μιμεῖται μανίαν. Μὴ γὰρ ἀρκούμενος τοῖς ἀνέκαθεν ἐστρατευμένοις ἀνδράσι καὶ πρὸς μάχην ἐπισταμένοις ὁπλίζεσθαι νεοσύλλεκτον ποιεῖται στράτευμα μηδεμιᾶς φειδόμενος ἡλικίας· ἀλλὰ καὶ τὴν ἔξωρον καὶ τὴν ἄωρον πανταχόθεν συναγηοχὼς Λογγιβαρδίας τε καὶ Ἀπουληΐας εἰς ἑαυτὸν ἐφειλκύσατο. Καὶ ἦν ἰδεῖν καὶ παῖδας καὶ μειρακίσκους καὶ γέροντας ἀνθρώπους οἰκτρούς, οἳ μηδ' ὅσον ἐν ὀνείροις ὅπλον ἐθεά σαντο, τότε δὴ ἐνδεδυμένους θώρακα καὶ ἀσπίδα κρατοῦν τας καὶ τόξον ἀφυῶς πάντη καὶ πλημμελῶς τείνοντας καὶ κατὰ στόμα πίπτοντας, ἐπειδὰν βαδίζειν ἐξῆν. 1.14.2 Ταῦτα δὴ ταῦτα θορύβου μὲν πρόφασις ἧσαν τῇ χώρᾳ Λογγιβαρδίας ἀκαταπαύστου, καὶ πανταχοῦ κλαυθμὸς ἀνδρῶν καὶ ὀλολυγμὸς γυναικῶν, καὶ ἐμερίζετο ταύταις τὰ τῆς συγγενείας. Ἡ μὲν γὰρ αὐτῶν ἀστράτευτον ἄνδρα ἐθρήνει, ἡ δὲ ἀπειροπόλεμον παῖδα, ἄλλη δὲ ἀδελφὸν γεωργὸν ἢ πρὸς ἄλλα ἔργα ἠσχολημένον. Ταῦτα μὲν ἄντι κρυς, καθάπερ εἶπον, μανίας ἦσαν Ἡρώδου ἢ καὶ πλέον Ἡρώδου. Ἐκεῖνος μὲν γὰρ κατὰ τῶν βρεφῶν ἐμεμήνει μόνον, οὗτος δὲ καὶ κατὰ παίδων καὶ πρεσβυτέρων. Ἀλλὰ καίπερ οὕτως ἐχόντων τούτων ἀνασκήτως, ὡς οὕτω γε φάναι, ἐγύμναζέ τε καθ' ἡμέραν ἑκάστην καὶ συνεκρότει τὰ τῶν νεοσυλλέκτων σώματα. 1.14.3 Ταῦτα μὲν ἐν Σαλέρνῳ συνεπεπτώκει Ῥομπέρτῳ, πρὶν εἰς Ὑδροῦντα παραγενέσθαι. Ἐκεῖσε γὰρ προεξέπεμψε στράτευμα ἱκανώτατον αὐτὸν ἀπεκδεχόμενον, ἐπειδὰν ἅπαντα καταστήσειε τὰ κατὰ τὴν χώραν Λογγιβαρδίαν καὶ πρὸς τοὺς πρέσβεις τὰς προσηκούσας ἀποκρίσεις ποιήσαιτο. Τοσοῦτον μέντοι τῷ πάπᾳ προσέθετο, ὅτι τῷ υἱῷ αὐτοῦ Ῥογέρῃ, ὃν Ἀπουληΐας ἁπάσης κεχειροτόνηκεν ἄρχοντα καὶ Βορι τύλαν τὸν ἀδελφόν, ἐπέσκηψεν, ἐπειδὰν ὁ τῆς Ῥώμης θρόνος πρὸς βοήθειαν αὐτοὺς προσκαλοῖτο κατὰ τοῦ Ἐνε ρίχου ῥηγός, προθυμότατα πρὸς αὐτὸν ἀφικέσθαι καὶ τὴν δυνατὴν εἰσενεγκεῖν συμμαχίαν. 1.14.4 Τὸν μέντοι Βαϊμοῦν τον, τὸν νεώτερον τῶν υἱέων αὐτοῦ καὶ κατὰ πάντα παρεμφερῆ τῷ πατρὶ καὶ τόλμαν καὶ ῥώμην καὶ γενναιό τητα καὶ θυμὸν ἀκατάσχετον (ὅλως γὰρ οὗτος τοῦ πατρὸς ἀποσφράγισμα ἦν καὶ τῆς ἐκείνου φύσεως ἔμψυχον ἐκμα γεῖον) μετὰ βαρυτάτου στρατεύματος ἐν τοῖς καθ' ἡμᾶς ἀποστέλλει χωρίοις τοῖς ἀμφὶ τὸν Αὐλῶνα τόποις ἐπιπη δήσοντα. Ὁ δὲ αὐτίκα ξὺν ἀπειλῇ καὶ ἀκατασχέτῳ ῥύμῃ καθάπερ τις ἐπιρρυεὶς κεραυνὸς τῶν τε Κανίνων καὶ Ἱεριχὼ καὶ τοῦ Αὐλῶνος παντὸς ἐπελάβετο καὶ ἀεί τι τὰ ξυμπαρακείμενα ᾕρει καὶ ἐπυρπόλει μαχόμενος. Καὶ ἦν ὡς ἀληθῶς πρὸ τοῦ πυρὸς καπνὸς δριμύτατος καὶ