23
ἑαυτοῖς τὸ Θεῖον ἐποίησαν; Οὐκ ἠλέησε τὸν τῷ πυλῶνι προσταλαιπωροῦντα πτωχὸν, ὁ ταῖς τρυ φαῖς διακεχυμένος πλούσιος, διὰ τοῦτο ἑαυτῷ ἀπο κόπτει τὸν ἔλεον, ἐλεηθῆναι δεόμενος, καὶ οὐκ ἀκουό μενος· οὐχ ὅτι ζημίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδείσου πηγὴν, ἀλλ' ὅτι ἡ τῆς ἐλεημοσύνης στα γὼν ἀμίκτως ἔχει πρὸς τὴν ἀπήνειαν. Τίς γὰρ κοινω νία φωτὶ πρὸς σκότος; Οἷα, φησὶν, ἂν σπείρῃ ὁ ἄν θρωπος, τοιαῦτα καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπεί ρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν 44.1257 αἰώνιον. Σπορὰν οἶμαι τὴν ἀνθρωπίνην εἶναι προ αίρεσιν· θέρος δὲ τὴν ἐπὶ τῇ προαιρέσει ἀντίδοσιν. Πολύχους ὁ τῶν ἀγαθῶν στάχυς, τοῖς τοιαύτην ἑλο μένοις σποράν· ἐπίπονος ἡ ἀκανθολογία τοῖς ἀκαν θώδη σπέρματα καταβαλλομένοις τῷ βίῳ. Χρὴ γὰρ πάντως αὐτὸ θερίσαι τινὰ, ὅπερ ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσον. Τίς ἂν διεξέλθοι λόγος ἀνθρώπινος τὸ βάθος τῶν ἐγκειμένων νοημάτων τῷ λόγῳ; Τὸ γὰρ ἀπόλυτόν τε καὶ ἀόριστον τῆς φωνῆς δίδωσί τι καὶ πλέον τῶν εἰρημένων περιεργάζεσθαι, τὸ μὴ προσθεῖναι τίνες εἰσὶν εἰς οὓς ἐνεργὸν εἶναι προσήκει τὸν ἔλεον· ἀλλ' ἁπλῶς εἰπεῖν ὅτι Μακάριοι οἱ ἐλεήμονες. Τάχα γὰρ ἡμῖν τοιοῦτόν τι διὰ τῶν εἰρημένων ὁ λόγος αἰνίττε, ὡς ἀκολουθεῖν τῷ μακαρίῳ πένθει τὴν τοῦ ἐλέους διάνοιαν. Καὶ γὰρ ἐκεῖ μακαριστὸς ἦν, ὁ τὸν τῇδε βίον ἐν πένθει· ποιούμενος, καὶ ἔνθα μοι δοκεῖ τὴν ἴσην ὁ λόγος ὑποσημαίνειν διδασκαλίαν. Ὡς γὰρ ἐπὶ τῶν ἀλλοτρίων διατιθέμεθα συμφορῶν, ὅταν τινὲς τῶν ἐπιτηδείων ἡμῖν ἀβουλήτοις τισὶ συνενεχθῶσι λύπαις, ἢ πατρῴας οἰκίας ἐκπεπτωκότες, ἢ ναυα γίου περισωθέντες γυμνοὶ, ἢ πειραταῖς, ἢ λῃσταῖς ὑποχείριοι γεγονότες, ἢ δοῦλοι ἐξ ἐλευθέρων, ἣ αἰχμάλωτοι ἐξ εὐδαιμόνων, ἢ ἄλλο τι τοιοῦτον ἀντι λαβόντες κακὸν, οἱ τέως ἐν εὐκληρίᾳ τινὶ τὸν βίον ἐξεταζόμενοι. Ὡς τοίνυν ἐπὶ τούτων ἀλγεινή τις γίνε ταῖς ψυχαῖς ἡμῶν ἡ συνδιάθεσις· τάχα πολὺ μᾶλ λον ἐφ' ἡμῶν αὐτῶν εὔκαιρον ἂν εἴη τὴν τοιαύτην ἀνακεῖσθαι διάνοιαν ἐπὶ τῇ παρ' ἀξίαν τοῦ βίου βολῇ. Ὅταν γὰρ λογισώμεθα, τίς ἡ λαμπρὰ ἡμῶν οἰκία ἧς ἐκπεπτώκαμεν· πῶς ὑπὸ τοῖς λῃσταῖς γεγόναμεν· πῶς τῷ βυθῷ τοῦ τῇδε βίου καταβυθισθέντες ἀπεγυ μνώθημεν· οἵους καὶ ὅσους δεσπότας ἀντὶ τῆς ἐλευ θερίας τε καὶ αὐτονόμου διαγωγῆς ἐπεσπασάμεθα· πῶς τὸ μακαριστὸν τῆς ζωῆς θανάτῳ καὶ φθορᾷ διεκόψαμεν· ἆρα δυνατὸν, εἰ ταύτας λάβοιμεν ἐννοίας, ἀλλοτρίαις συμφοραῖς προσασχολεῖσθαι τὸν ἔλεον, καὶ οὐκ αὐτὴν ἐλεεινῶς τὴν ψυχὴν διατίθεσθαι, λογιζο μένην ἅ τε εἶχεν, ὧν τε ἐκπέπτωκεν; Τί γὰρ τῆς αἰχμαλωσίας ταύτης ἐλεεινότερον; Ἀντὶ τῆς ἐν τῷ παραδείσῳ τρυφῆς, τὸ νοσῶδες τοῦτο καὶ ἐπίπονον χωρίον ἐν τῇ ζωῇ κεκληρώμεθα· ἀντὶ τῆς ἀπαθείας ἐκείνης, τὰς μυρίας τῶν παθημάτων ἀντειλήφαμεν κῆρας· ἀντὶ τῆς ὑψηλῆς ἐκείνης διαγωγῆς, καὶ τῆς μετὰ τῶν ἀγγέλων ζωῆς, τοῖς θηρίοις τῆς γῆς συνοι κεῖν κατεκρίθημεν· τοῦ ἀγγελικοῦ τε καὶ ἀπαθοῦς τὸν κτηνώδη βίον ἀνταλλαξάμενοι, τοὺς πικροὺς τῆς ζωῆς ἡμῶν τυράννους, τοὺς λυσσῶντας καὶ ἀγριαίνον τας δεσπότας, τίς ἂν ῥᾳδίως ἀριθμῷ περιλάβοι; Πι κρὸς δεσπότης ὁ θυμός· τοιοῦτος ἄλλος ὁ φθόνος· τὸ μῖσος, τὸ καθ' ὑπερηφανίαν πάθος, λυσσώδης τις καὶ 44.1260 ἄγριος τύραννος· ὡς ἀργυρωνήτων κατατρυφῶν ὁ ἀκόλαστός ἐστι λογισμὸς, ὁ πρὸς τὰς ἐμπαθεῖς τε καὶ ἀκαθάρτους ὑπηρεσίας ἐξανδραποδίζων τὴν φύ σιν· ἡ δὲ τῆς πλεονεξίας τυραννὶς, τίνα οὐ παρέρχε πικρίας ὑπερβολήν; Ἡ τὴν ἀθλίαν δουλωσαμένη ψυχὴν, ἀεὶ τὰς ἀπλήστους αὐτῆς ἐπιθυμίας πληροῦν ἀναγκάζει, πάντοτε δεχομένη καὶ οὐδέποτε πληρου μένη· οἷόν τι πολυκέφαλον θηρίον, μυρίοις στόμασι τῇ ἀπληρώτῳ γαστρὶ τὴν τροφὴν παραπέμπον· ᾗ οὐδείς ποτε τοῦ κερδαίνειν γίνεται κόρος· ἀλλὰ τὸ ἀεὶ λαμβανόμενον, ὕλη καὶ ὑπέκκαυμα τῆς τοῦ πλείο νος ἐπιθυμίας καθίσταται. Τίς τοίνυν τὸν δύστηνον τοῦτον βίον κατανοήσας ἀνηλεῶς καὶ ἀπηνῶς πρὸς τὰς τοιαύτας συμφορὰς διατίθεται; Ἀλλ' αἴτιον τὸ μὴ ἐλεεῖν ἡμᾶς αὐτοὺς ἐν ἀναισθησίᾳ