23
αὐτούς· ἵνα τῆς κακοσχολίας ταύτης ἀπαλλαγέντες, πᾶσαν τὴν σχολὴν εἰς τὴν ἔρευναν τῶν οἰκείων ἀναλίσκωσι κακῶν. Οὕτω γὰρ οἵ τε πεπτωκότες ἀναστήσονται τῇ μνήμῃ τῶν ἡμαρτημένων αὐτοῖς οὐκ ἐκπομπευομένων, οἵ τε τὰ οἰκεῖα ἀναλογιζόμενοι συνεχῶς κακὰ, ῥᾳδίως αὐτὰ ἀποθήσονται, τῇ μνήμῃ τῶν ἡμαρτημένων πρὸς τὴν τῶν λοιπῶν πρᾶξιν ὀκνηρότεροι γινόμενοι, οἵ τε τὴν ἀρετὴν τῶν ἁγίων ἐπισκοποῦντες συνεχῶς, μέγιστον λήψονται ζῆλον πρὸς τὴν τῶν αὐτῶν μίμησιν· καὶ διὰ τούτων ἁπάντων ὁλοκλήρου τοῦ σώματος τῆς Ἐκκλησίας ἡμῖν κατορθωθέντος, δυνησόμεθα μετὰ τοῦ πληρώματος τούτου εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.