1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

24

πρὸ τῆς μεγάλης πολιορκίας πολιορκίας προοίμιον. Βρούχους καὶ ἀκρίδας εἶπεν ἄν τις αὐτούς, τὸν πατέρα καὶ τὸν υἱόν· τὰ γὰρ κατάλοιπα Ῥομπέρτου ὁ τούτου υἱὸς Βαϊμοῦντος προσεπενείματο καὶ κατέφαγεν. Ἀλλὰ μήπω γε τοῦτον εἰς τὸν Αὐλῶνα διαπεράσωμεν· προσεξε ταζέσθω δὲ τὰ κατὰ τὴν ἀντιπέραν ἤπειρον αὐτῷ πεπραγ μένα.

1.15.1 Ἀπάρας γὰρ ἐκεῖθεν γίνεται κατὰ τὸν Ὑδροῦντα, εἶτ' ἐκεῖθι διακαρτερήσας ὀλίγας ἡμέρας καὶ τὴν γυναῖκα Γαΐταν ἀπεκδεχόμενος (καὶ γὰρ καὶ αὐτὴ ξυνεστράτευε τῷ ἀνδρὶ καὶ χρῆμα ἦν ἡ γυνὴ φοβερόν, ἐπειδὰν ἐξοπλί σαιτο) ὡς ἐνηγκαλίσατο ταύτην ἐπελθοῦσαν, ἄρας ἐκεῖθεν πάλιν ὅλῳ στρατεύματι τὸ Βρεντήσιον καταλαμβάνει· ἔστι δὲ τοῦτο ἐπίνειον τῆς ὅλης Ἰαπυγίας εὐλιμενώτατον. Ἐνταῦθα δὲ καταπτὰς ἐκαραδόκει τε τὸ στράτευμα πᾶν ἐνταῦθα συναθροισθῆναι καὶ τὰς νῆας ἁπάσας, ὅσαι τε φορ τίδες ἦσαν καὶ ὅσαι μακραὶ καὶ πολεμιστήριοι· ἐκεῖθεν γὰρ ἐπὶ τάδε τὸν ἀπόπλουν ἐδόκει ποιεῖν. 1.15.2 Καὶ ἅμα ὁπόταν κατὰ τὴν Σάλερνον ἦν, πρέσβυν ἐξαποστέλλει τινὰ τῶν ἀμφ' αὐτὸν μεγιστάνων Ῥαοὺλ ἐπονομαζόμενον πρὸς τὸν βασιλέα Βοτανειάτην ἤδη μετὰ τὸν αὐτοκράτορα ∆ούκαν τῶν σκήπτρων ἐπειλημμένον. Ἐκαραδόκει καὶ τούτου τὰς ἀποκρίσεις· αὐτῷ τε γὰρ ἐπεπόμφει μέμψεις τινὰς καὶ προφάσεις δῆθεν εὐλόγους τοῦ προκειμένου πολέμου, ὅτι τὴν θυγατέρα μνηστευθεῖσαν τῷ βασιλεῖ Κωνσταντίνῳ, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, τὴν μὲν ἀπέζευξε τοῦ νυμφίου, τοῦ δὲ τὴν βασιλείαν παρείλετο, καὶ ὡς ἠδικηκότος πρὸς ἄμυναν αὐτὸς εὐτρεπίζοιτο. Τῷ δὲ τηνικαῦτα μεγάλῳ δομεστίκῳ καὶ ἐξάρχῳ τῶν δυτικῶν στρατευμάτων (οὗτος δ' ἦν ὁ ἐμὸς πατὴρ Ἀλέξιος) δῶρά τέ τινα ἐπεπόμφει καὶ γράμματα φιλίαν ἐπαγγελλόμενα. Ταῦτα καραδοκῶν ἠτρέμει τῷ Βρεντησίῳ. 1.15.3 Ἐπεὶ δὲ μήπω τῶν στρατευ μάτων συλλεγέντων ἁπάντων καὶ τῶν νηῶν ἀπωσθεισῶν τῶν πλειόνων εἰς θάλασσαν ἧκε Βυζαντόθεν καὶ ὁ Ῥαούλ. Μηδεμίαν ἀπόκρισιν πρὸς τὰ μεμηνυμένα ἐπενεγκὼν εἰς θυμὸν ἀνερρίπισε πλέω τὸν βάρβαρον καὶ μᾶλλον ὅτι καὶ δικαιολογίας ἥπτετο πρὸς τοῦτον τοιαύτης τῶν πρὸς τοὺς Ῥωμαίους πολέμων ἀπαγούσης, πρῶτα μὲν ὅτι ὁ ἐφεπό μενος αὐτῷ μοναχὸς ὑποκριτής ἐστι καὶ γόης ἀνὴρ καὶ ὑποδύεται τὸν αὐτοκράτορα Μιχαὴλ καὶ ὅλως πλάσμα ἐστὶ τὸ κατ' αὐτόν. Ἐκεῖνον γὰρ ἰδεῖν φησι μετὰ τὴν ἀπὸ θρόνου καθαίρεσιν ἐν τῇ βασιλίδι πόλει φαιὸν ἐνδεδυμένον τριβώνιον καὶ ἐν μοναστηρίῳ διάγοντα ἐπιμελὲς ποιησά μενος τὸ αὐταῖς ὄψεσι τὸν καταβεβλημένον βασιλέα θεά σασθαι. Ἔπειτα προσετίθει καὶ τοῦτο, ὃ καὶ κατὰ τὴν ὑποστροφὴν συμπεπτωκὸς ἠκηκόει. Ὁ γὰρ ἐμὸς πατὴρ τῆς βασιλείας ἐπιδραξάμενος, ὡς ὕστερον διηγήσομαι, τὸν Βοτανειάτην τῶν βασιλείων ἐξήλασε καὶ τὸν τοῦ ∆ούκα υἱὸν τὸν περιφανέστατον Κωνσταντῖνον ἐκεῖνον ἐν τοῖς ὑφ' ἥλιον προσηκάμενος μετεδίδου αὖθις τῆς βασι λείας. 1.15.4 Τοῦτο κατὰ τὴν ὁδὸν ἀκηκοὼς ὁ Ῥαοὺλ εἰς πειθὼ καὶ ταῦτα προσῆγε παραλύειν πειρώμενος τὴν τοῦ πολέμου σκευήν. «Τίνι γὰρ δικαίῳ λόγῳ πρὸς Ἀλέξιόν» φησι «πολεμήσομεν, τοῦ Βοτανειάτου τὰς ἀρχὰς δεδωκότος τῆς ἀδικίας καὶ τὴν θυγατέρα τὴν σὴν Ἑλένην τῶν Ῥωμαϊκῶν σκήπτρων ἀποστερήσαντος; Τὰ γὰρ παρ' ἄλλων εἰς ἡμᾶς γινόμενα οὐκ ἂν ἑτέροις τοῖς μὴ προσκεκρουκόσι κατὰ δίκην ἐνέγκοι πόλεμον. Μὴ ἔχοντος δὲ τοῦ πολέμου δικαίαν πρόφασιν τὰ ξύμπαντα φροῦδα, καὶ νῆες καὶ ὅπλα καὶ ἄνδρες καὶ παρασκευὴ πᾶσα πολεμιστήριος». 1.15.5 Ταῦτα ῥηθέντα ἐξώργισεν ἐπὶ πλέον Ῥομπέρτον· ἐμε μήνει γὰρ καὶ ἔμελλε τὼ χεῖρε τούτῳ ἐπιβαλεῖν. Ἐκ θατέ ρου δὲ καὶ ὁ πεπλασμένος ἐκεῖνος ∆ούκας καὶ ψευδοβασι λεὺς Μιχαήλ, ὃν καὶ Ῥαίκτωρα ὠνομάκαμεν, ἐσχετλίαζέ τε καὶ ἐδυσφόρει καὶ οὐκ εἶχεν, ὅπως κατάσχοι τὴν ὀργήν, οὕτω σαφῶς ἐξελεγχόμενος, ὡς οὐκ εἴη βασιλεὺς ἐκεῖνος ὁ ∆ούκας, ἀλλὰ ψευδεπίπλαστος βασιλεύς. Ὢν δὲ καὶ