1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

24

«Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε»· διὰ ταῦτα ἀφείθη τὰ σκάνδαλα. 12.7 Εἰ δὲ τοὺς σκανδαλιζομένους λέγεις, ἐγώ σοι τοὺς μειζόνως ἐντεῦθεν διαλάμψαντας δείξω· καὶ πάλιν σοι τὸ αὐτὸ ἐρῶ ὅτι οὐκ ἔδει διὰ τὴν ἑτέρων ἀπροσεξίαν καὶ ῥᾳθυμίαν τοὺς δυναμένους νήφειν καὶ ἐγρηγορέναι καὶ μυρίους ἐκ τούτων ἀναδήσασθαι στεφάνους, ἐλαττοῦσθαι ἐν τῇ τῶν ἀμοιβῶν ἀντιδόσει. Οὗτοι μὲν γὰρ ἐπηρεάζεσθαι ἔμελλον, εἰ μὴ τῶν ἀγώνων τούτων ἔλαβον ὑποθέσεις· οἱ δὲ ἐντεῦθεν βλαβέντες, ἑτέρῳ μὲν οὐδενὶ, ἑαυτοῖς δὲ εἶεν δίκαιοι λογίζεσθαι τὰ πτώματα αὐτῶν καὶ κατηγοροῖεν ἂν αὐτῶν οἱ μὴ μόνον μὴ σκανδαλισθέντες, ἀλλὰ καὶ φαιδρότεροι καὶ ἰσχυρότεροι ταύτῃ γινόμενοι.

13.t Κεφ. ιγʹ. Ὅτι τοὺς νήφοντας οὐδὲν παραβλάπτει οὐδὲ

σκανδαλίζει

13.1 Ποίων γὰρ ἱερέων ἀπήλαυσεν ὁ Ἀβραάμ, εἰπέ μοι; ποίων διδασκάλων; ποίας κατηχήσεως; ποίας παραινέσεως; ποίας συμβουλῆς; ὅπουγε οὐδὲ γράμματα τότε ἦν, οὐ νόμος, οὐ προφῆται, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ ἄπλουν ἔπλει θάλατταν καὶ ὁδὸν ὥδευεν ἀτριβῆ καὶ ταῦτα καὶ οἰκίας καὶ πατρὸς ἀσεβοῦς γεγενημένος. Καὶ ὅμως οὐδὲν αὐτὸν ταῦτα παρέβλαψεν, ἀλλὰ τοσοῦτον ἔλαμψεν ἀρετῇ ὡς ἃ μετὰ μακρὸν χρόνον, μετὰ προφήτας, μετὰ νόμον καὶ τοσαύτην παιδαγωγίαν, τὴν διὰ σημείων καὶ θαυμάτων γεγενημένην ἣν ἔμελλεν ὁ Χριστὸς τοὺς ἀνθρώπους παιδεύειν, 13.2 ταῦτα προλαβὼν δι' ἔργων ἐπεδείξατο, ἀγάπην γνησίαν καὶ θερμήν, χρημάτων ὑπεροψίαν, τὴν περὶ τοὺς οἰκείους τοῦ σπέρματος κηδεμονίαν· καὶ τὸν τῦφον δὲ ἅπαντα ἐπάτησε καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον διεκρούσατο βίον, τῶν νῦν τὰς κορυφὰς τῶν ὀρῶν κατειληφότων μοναχῶν ἀκριβέστερον ζῶν. 13.3 Οὔτε γὰρ οἰκία ἦν αὐτῷ, ἀλλ' ἡ σκιὰ τῶν φύλλων ὄροφος ἦν τῷ δικαίῳ καὶ στέγη· οὐδέ, ἐπειδὴ ξένος ἦν, ῥᾳθυμότερος περὶ τὴν φιλοξενίαν ἐγένετο, ἀλλ' ὁ ξένος ἐν ξένῃ ἔργον τοῦτο ἐποίει, τὸ διηνεκῶς ἐν μεσημβρίᾳ μέσῃ τοὺς παριόντας ὑποδέχεσθαι καὶ θεραπεύειν. Καὶ δι' ἑαυτοῦ τὸ ἔργον ἅπαν ἤνυε καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει τῆς καλῆς ταύτης πραγματείας. 13.4 Τί δὲ ὑπὲρ τοῦ ἀδελφιδοῦ καὶ ταῦτα οὐ καθηκόντως αὐτῷ χρησαμένου, ἀλλὰ τοῖς πρωτείοις ἐπιπηδήσαντος, οὐκ ἐποίησε καὶ ταῦτα μετὰ τὴν αἵρεσιν τῆς ἐκλογῆς; Οὐχὶ τὸ αἷμα ἐξέχεεν; οὐχὶ τοὺς οἰκέτας ἅπαντας ὥπλισεν; οὐκ εἰς φανερὸν κίνδυνον ἑαυτὸν ἐνέβαλεν; Ὅτε δὲ ἐκελεύσθη τὴν μὲν οἰκίαν ἀφεῖναι, εἰς δὲ τὴν ἀλλοτρίαν ἀπελθεῖν, οὐκ εὐθέως ὑπήκουσε καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας ἀφεὶς καὶ τῷ προστάγματι πεισθεὶς τοῦ κελεύσαντος, τὰ μὲν δῆλα καταλιμπάνων, τοῖς δὲ ἀδήλοις πολλῷ σαφέστερον ἢ τοῖς δήλοις προσέχων, διὰ τὴν ὑπόσχεσιν τοῦ Θεοῦ, ὅπερ ἦν πίστεως ἐπιτεταμένης; 13.5 Μετὰ δὲ ταῦτα πάντα τοῦ λιμοῦ καταλαβόντος, πάλιν μετανάστης ἐγίνετο καὶ οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράττετο, ἀλλὰ τὴν αὐτὴν ὑπακοὴν καὶ φιλοσοφίαν καὶ ὑπομονὴν ἐπεδείκνυτο καὶ κατῄει εἰς Αἴγυπτον καὶ ὑπακούσας τῷ Θεῷ τοιαῦτα κελεύοντι ἀφῃρέθη τὴν γυναῖκα καὶ καθυβριζομένην ἑώρα, τό γε ἧκον εἰς τὸν Αἰγύπτιον καὶ θανάτου χαλεπώτερα ὑπέμενεν ἐν τοῖς καιριωτάτοις πληττόμενος; Τί γὰρ βαρύτερον ἦν, εἰπέ μοι, τοῦ γυναῖκα νόμῳ γάμου συναφθεῖσαν αὐτῷ μετὰ τοσαῦτα κατορθώματα ὁρᾶν ὑπὸ βαρβαρικῆς ἀκολασίας ἁρπαζομένην, εἰσαγομένην ἔνδον εἰς τὰς βασιλικὰς αὐλάς, καθυβριζομένην; 13.6 Εἰ γὰρ καὶ μὴ τὸ ἔργον ἐξέβη, ἀλλ' αὐτὸς τοῦτο προσεδόκησε καὶ πάντα ἔφερε γενναίως καὶ οὔτε αἱ συμφοραὶ αὐτὸν ὑπεσκέλισαν, οὔτε αἱ εὐημερίαι ἐφύσησαν· ἀλλ' ἐν τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ γνώμην διεφύλαττε. Τί δέ, ὅτε αὐτῷ τὸν υἱὸν ἐπηγγείλατο,