25
ἄλλως ἐξωργισμένος ὁ τύραννος κατὰ τοῦ Ῥαοὺλ, τοῦ ἀδελφοῦ Ῥογέρη πρὸς Ῥωμαίους αὐτομολήσαντος καὶ διαμεμηνυκότος ἅπαντα τὰ κατὰ τὸν παρασκευαζόμενον πόλεμον, ἠβουλήθη κακόν τι δρᾶσαι τῷ Ῥαοὺλ τὸν παραυ τίκα θάνατον ἀπειλήσας. Ὁ δὲ μηδ' ὅλως πρὸς τὴν φυγὴν ἐρρᾳθυμηκὼς πρὸς τὸν Βαϊμοῦντον ἐδραπέτευσεν ὥσπερ τι κρησφύγετον ἐκ τοῦ σχεδὸν αὐτὸν ἐφευράμενος. 1.15.6 Ἐτραγῴδει δὲ καὶ ὁ Ῥαίκτωρ τὰς παλαμναιοτάτας ἀπειλὰς τἀδελφῷ τοῦ Ῥαοὺλ τῷ πρὸς Ῥωμαίους αὐτομολήσαντι μεγάλα τε κεκραγὼς καὶ τὸν μηρὸν τῇ δεξιᾷ πλήττων καὶ ἐξαιτούμενος τὸν Ῥομπέρτον καὶ λέγων «ἓν τοῦτο καὶ μόνον αἰτῶ, ὡς εἰ τῆς βασιλείας ἐπιδραξοίμην καὶ ἀποκατασταίην τοῖς θρόνοις, παραδοῦναί μοι τὸν Ῥογέρην, καὶ εἰ μὴ τοῦτον οἰκτίστῳ θανάτῳ παραδοίην αὐτίκα ἐν μέσῃ τῇ πόλει ἀνασταυρώσας, τάδε καὶ τάδε πείσομαι ἐκ Θεοῦ». Ἀλλὰ μεταξὺ τῶν διηγήσεων τούτων γελᾶν ἔπεισί μοι τοὺς ἄνδρας τούτους καὶ τῆς ἀπονοίας καὶ τῆς κουφότητος, μάλλον δὲ τῆς κατ' ἀλλήλων ἀλαζο νείας. Ὁ μὲν γάρ τοι Ῥομπέρτος πρόφασιν εἶχε τὸν ἀπατεῶνα τοῦτον καὶ δέλεαρ καὶ οἷόν τι πρόσχημα τοῦ συμπενθέρου καὶ βασιλέως καὶ διεδείκνυ τοῦτον ταῖς πόλεσι καὶ πρὸς ἀποστασίαν ἐπῆρεν, ἐφ' οὓς ἂν παρα γένοιτο καὶ συμπείθειν ἠδύνατο, ἐν νῷ ἔχων, ἐπειδὰν κατὰ ῥοῦν αὐτῷ τὰ τοῦ πολέμου καὶ τῆς τύχης ἐπέλθοι, ἐπὶ τοῦ τραχήλου ῥαπίσας ἀποπέμψαι σὺν γέλωτι· μετὰ γὰρ τὴν θήραν καταγελᾶται τὸ δέλεαρ. Ὁ δὲ καὶ αὐτὸς ἐλπίσιν ἠπατημέναις ἐτρέφετο, εἴ που συμβαίη καὶ μετά σχοι κράτους τινός, οἷα φιλεῖ πολλάκις γίνεσθαι παραλόγως. Ἀλλ' ἐκεῖνος μὲν τῆς βασιλείας ἀπρὶξ ἐπιδράξοιτο, ὡς οὐκ ἂν τὸν βάρβαρον Ῥομπέρτον προσηκαμένου εἰς βασι λείαν τοῦ Ῥωμαϊκοῦ δήμου καὶ τοῦ στρατεύματος, αὐτῷ δὲ τῷ τέως ἀποχρῷτο καθάπερ ὀργάνῳ εἰς τὴν ὅλην τῆς σκευωρίας οἰκονομίαν. Ταῦτα ἐνθυμουμένῃ μοι μειδιᾶν ἐπέρχεται καὶ γέλως ἐπιτρέχει τοῖς χείλεσι πρὸς λύχνον ἐπισυρούσῃ τὸν κάλαμον.
1.16.1 Ὁ μέντοι Ῥομπέρτος πᾶσαν δύναμιν συναγηοχὼς κατὰ τὸ Βρεντήσιον τάς τε ναῦς αὐτῷ καὶ τοὺς στρατιώ τας (αἱ μὲν γὰρ νῆες εἰς ἑκατὸν καὶ πεντήκοντα συνη ρίθμηντο, οἱ δὲ στρατιῶται εἰς τριάκοντα χιλιάδας ξύμπαντες ἐτύγχανον συμποσούμενοι, ἑκάστης νηὸς ἄνδρας ἀπολαμβανούσης διακοσίους μεθ' ὅπλων καὶ ἵππων) καὶ οὕτως ἐχόντων παρασκευῆς, ἐπειδὰν οἷς προσοκείλειαν, ὡπλισμένοις τούτοις καὶ ἱππόταις περι τύχοιεν, ἔμελλε διαφεῖναι πρὸς τὴν Ἐπίδαμνον πόλιν, ἣν ∆υρράχιον κατὰ τὸ νῦν ἐπικρατῆσαν ἔθος προσονομά ζομεν. Ἐδόκει μὲν γὰρ ἐξ Ὑδροῦντος πρὸς τὰς Νικοπόλεις διαπερᾶν καὶ τήν τε Ναύπακτον καὶ τὰ ξυμπαρα κείμενα χωρία καὶ φρούρια πάντα κύκλῳ περιλαβεῖν. Ἀλλ' ἐπειδήπερ εἰς πολὺ πλάτος ἠνέῳκτο τὸ ἐκεῖθεν ἐνθάδε πέλαγος ἢ τὸ ἀπὸ Βρεντησίου πρὸς τὸ ∆υρράχιον, προεί λετο μᾶλλον τοῦτον τὸν κατάπλουν ἐκείνου ἅμα μὲν καὶ τὴν ταχίστην κέλευθον προαιρούμενος, ἅμα δὲ καὶ τὴν ῥᾳστώνην τῷ στόλῳ περιποιούμενος. Καὶ γὰρ χειμέριος ἦν ἡ ὥρα καὶ ὁ ἥλιος πρὸς τοὺς νοτίους κύκλους ἀπελαυ νόμενος καὶ τῷ αἰγοκέρωτι πλησιάζων ὑπετέμνετο τὰ ἡμερήσια διαστήματα. Ἵν' οὖν μὴ ἐξ Ὑδροῦντος ἀφεὶς ἀρχομένης ἡμέρας νυκτοπλοήσειε καὶ κλύδωσί τισι προσ πελάσειεν, ἐπὶ τὸ ∆υρράχιον ἐκ Βρεντησίου ὅλοις ἱστίοις ἀπενεχθῆναι ἐβουλεύσατο. Τὰ μήκη γὰρ τοῦ διαστήματος τῆς ὁδοῦ συνετέμνετο ἐπιστενουμένου τοῦ Ἀδριαντικοῦ πελάγους ἐκεῖθι. Οὐ μέντοι οὐδὲ τὸν υἱὸν Ῥογέρην κατό πιν ἀπέλιπε, καθάπερ βεβούλητο πρότερον, Ἀπουληΐας αὐτὸν κεχειροτονηκὼς κύριον, ἀλλ' οὐκ οἶδ' ὅπως μετα δόξαν αὐτὸν πάλιν συνεφεπόμενον εἶχε. 1.16.2 Μεταξὺ δὲ τοῦ πρὸς τὸ ∆υρράχιον κατάπλου τήν τε Κορυφὼ πόλιν ὀχυρωτάτην καὶ ἄλλα τα ἡμέτερα φρούρια ἐξ ἀποστολῆς κατέσχε. Καὶ ὁμήρους ἔκ τε Λογγιβαρδίας καὶ Ἀπουληΐας ἀναλαβόμενος καὶ τὴν χώραν ἀργυρολογήσας ἅπασαν καὶ φορολογήσας