1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

25

ὡμολόγουν,καλῶς ἂν πάλιν προεφασίζοντο μὴ ἐληλυθέναι τὸν Θεόν. 40.5 Εἰ δὲ τὸν Μωϋσῇ δεδωκότα τὸν νόμον καὶ τῷ Ἀβραὰμ ἐπαγγειλάμενον Θεόν, καὶ οὗ τὸν λόγον ἠτίμασαν Ἰουδαῖοι, τοῦτον τὰ ἔθνη σέβουσι, διὰ τί μὴ γινώσκουσι, μᾶλλον δὲ διὰ τί ἑκόντες παρορῶσιν, ὅτι ὁ προφητευόμενος ὑπὸ τῶν γραφῶν Κύριος ἐπέλαμψε τῇ οἰκουμένῃ καὶ ἐπεφάνη σωματικῶς αὐτῇ, καθὼς εἶπεν ἡ γραφή· «Κύριος ὁ Θεὸς ἐπέφανεν ἡμῖν», καὶ πάλιν· «Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς», καὶ πάλιν· «Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς.» 40.6 Ὅμοιον δὲ πάσχουσιν, ὡς εἴ τις παραπεπληγὼς τὴν διάνοιαν, τὴν μὲν γῆν φωτιζομένην ὑπὸ τοῦ ἡλίου βλέποι, τὸν δὲ ταύτην φωτίζοντα ἥλιον ἀρνεῖται. Τί γὰρ καὶ πλεῖον ἐλθὼν ὁ προσδοκώμενος παρ' αὐτοῖς ἔχει ποιῆσαι; Καλέσαι τὰ ἔθνη; Ἀλλ' ἔφθασαν κληθῆναι. Ἀλλὰπαῦσαι προφήτην, καὶ βασιλέα, καὶ ὅρασιν; Γέγονεν ἤδη καὶ τοῦτο. Τὴν εἰδώλων ἀθεότητα διελέγξαι; ∆ιη λέγχθη ἤδη καὶ κατεγνώσθη. Ἀλλὰ τὸν θάνατον καταργῆσαι; Κατήργηται ἤδη. 40.7 Τί τοίνυν οὐ γέγονεν, ὃ δεῖ τὸν Χριστὸν ποιῆσαι; ἢ τί περιλείπεται, ὃ μὴ πεπλήρωται, ἵνα νῦν χαίρωσιν Ἰουδαῖοι καὶ ἀπιστῶσιν; Εἰ γὰρ δή, ὥσπερ οὖν καὶ ὁρῶμεν, οὔτε βασιλεύς, οὔτε προφήτης, οὔτε Ἰερουσαλήμ, οὔτε θυσία, οὔτε ὅρασίς ἐστι παρ' αὐτοῖς· ἀλλὰ καὶ πᾶσα πεπλήρωται ἡ γῆ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καταλιμπάνοντες τὴν ἀθεότητα, λοιπὸν πρὸς τὸν Θεὸν Ἀβραὰμ καταφεύ γουσι διὰ τοῦ Λόγου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δῆλον ἂν εἴη καὶ τοῖς λίαν ἀναισχυντοῦσιν ἐληλυθέναι τὸν Χριστόν, καὶ αὐτὸν πάντας ἁπλῶς τῷ ἑαυτοῦ φωτὶ καταλάμψαντα, καὶ διδάξαντα περὶ τοῦ ἑαυτοῦ Πατρὸς τὴν ἀληθῆ καὶ θείαν διδασκαλίαν. 40.8 Ἰουδαίους μὲν οὖν ἄν τις ἐκ τούτων καὶ τῶν πλειόνων παρὰ τῶν θείων γραφῶν εἰκότως ἐλέγξειεν.

41.1 Ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα, πεπηρωμένους δὲ ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ ὁρῶσι. 41.2 Πλὴν οὐκ ἀποροῦντος ἐν ἀποδείξεσι τοῦ παρ' ἡμῖν λόγου, φέρε καὶ τούτους ἐκ τῶν εὐλόγων δυσωπήσωμεν, μάλιστα ἀφ' ὧν καὶ αὐτοὶ ἡμεῖς ὁρῶμεν. Τί γὰρ ἄτοπον, ἢ τί χλεύης παρ' ἡμῖν ἄξιον; Ἢ πάντως ὅτι τὸν Λόγον ἐν σώματι πεφανερῶσθαι λέγομεν; Ἀλλὰ τοῦτο καὶ αὐτοὶ συνομολογήσουσι μὴ ἀτόπως γεγενῆσθαι, ἐάνπερ τῆς ἀληθείας γένωνται φίλοι. 41.3 Εἰ μὲν οὖν ὅλως ἀρνοῦνται Λόγον εἶναι Θεοῦ, περιττῶς ποιοῦσι, περὶ οὗ μὴ ἴσασι χλευά ζοντες. 41.4 Εἰ δὲ ὁμολογοῦσιν εἶναι Λόγον Θεοῦ, καὶ τοῦτον Ἡγεμόνα τοῦ παντός, καὶ ἐν αὐτῷ τὸν Πατέρα δεδημιουρ γηκέναι τὴν κτίσιν, καὶ τῇ τούτου προνοίᾳ τὰ ὅλα φωτίζεσθαι καὶ ζωογονεῖσθαι καὶ εἶναι, καὶ ἐπὶ πάντων αὐτὸν βασιλεύειν, ὡς ἐκ τῶν ἔργων τῆς προνοίας γινώσκεσθαι αὐτὸν καὶ δι' αὐτοῦ τὸν Πατέρα· σκόπει, παρακαλῶ, εἰ μὴ τὴν χλεύην καθ' ἑαυτῶν κινοῦντες ἀγνοοῦσι. 41.5 Τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ τῶν Ἑλλήνων φιλόσοφοι, καὶ ἀληθεύουσι λέγοντες. Ὁρῶμεν γὰρ αὐτὸν καὶ τὰ τούτου μέρη ταῖς αἰσθήσεσιν ὑποπίπτοντα. Εἰ τοίνυν ἐν τῷ κόσμῳ σώματι ὄντι ὁ τοῦ Θεοῦ Λόγος ἐστί, καὶ ἐν ὅλοις καὶ τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέβηκε, τί θαυμαστὸν ἢ τί ἄτοπον εἰ καὶ ἐν ἀνθρώπῳ φαμὲν αὐτὸν ἐπιβεβηκέναι; 41.6 Εἰ γὰρ ἄτοπον ὅλως ἐν σώματι αὐτὸν γενέσθαι, ἄτοπον ἂν εἴη καὶ ἐν τῷ παντὶ τοῦτον ἐπιβεβηκέναι, καὶ τὰ πάντα τῇ προνοίᾳ ἑαυτοῦ φωτίζειν καὶ κινεῖν· σῶμα γάρ ἐστι καὶ τὸ ὅλον. 41.7 Εἰ δὲ τῷ κόσμῳ τοῦτον ἐπι βαίνειν καὶ ἐν ὅλῳ αὐτὸν γνωρίζεσθαι πρέπει, πρέποι ἂν καὶ ἐν ἀνθρωπίνῳ σώματι αὐτὸν ἐπιφαίνεσθαι, καὶ ὑπ' αὐτοῦ τοῦτο φωτίζεσθαι καὶ ἐνεργεῖν. Μέρος γὰρ τοῦ παντὸς καὶ τὸ ἀνθρώπων ἐστὶ γένος. Καὶ εἰ τὸ μέρος ἀπρεπές ἐστιν ὄργανον αὐτοῦ γίνεσθαι πρὸς τὴν τῆς θεότητος γνῶσιν, ἀτοπώτατον ἂν εἴη καὶ δι' ὅλου τοῦ κόσμου γνωρίζεσθαι τὸν τοιοῦτον.

42.1 Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἐνεργουμένου καὶ φωτιζομένου, εἴ τις λέγοι ἄτοπον εἶναι καὶ ἐν τῷ δακτύλῳ τοῦ ποδὸς τὴν δύναμιν