26
προσδοκήσιμος ἦν τῷ ∆υρραχίῳ προσεσχη κέναι. ∆οὺξ δὲ τηνικαῦτα ἐτύγχανε παντὸς τοῦ Ἰλλυρικοῦ Γεώργιος ὁ Μονομαχάτος παρὰ τοῦ αὐτοκράτορος Βοτα νειάτου ἀποσταλείς. Καίτοι γε πρότερον τὴν ἀποστολὴν ἀπεπέμπετο καὶ οὐδ' ὅλως ἦν εὐπειθὴς πρὸς τὴν λει τουργίαν ταύτην, ἀλλ' οἵ γε βάρβαροι δοῦλοι τοῦ αὐτοκρά τορος (Σκύθαι γὰρ ἦσαν Βορῖλός τε καὶ Γερμανός) ἐνεκότουν τε τῷ Μονομαχάτῳ καὶ ἀεί τι δεινότερον κατ' αὐτοῦ ἐννοοῦντες κατεῖπον αὐτοῦ πρὸς τὸν αὐτοκράτορα. Συρράψαντες ὁπόσα γε καὶ βεβούλοιντο, καὶ τοσοῦτον ἀνέφλεξαν τὸν τοῦ βασιλέως κατ' αὐτοῦ θυμόν, ὡς ἐπι στραφέντα ποτὲ πρὸς τὴν βασιλίδα Μαρίαν ἐρεῖν «ἐχθρὸν τῆς τῶν Ῥωμαίων ἡγεμονίας τὸν Μονομαχάτον τοῦτον ὑπώπτευκα». 1.16.3 Τοῦτο ἀκροασάμενος Ἰωάννης ὁ Ἀλα νός, φίλος ἐς τὰ μάλιστα ὢν τοῦ Μονομαχάτου, γινώ σκων δὲ καὶ τὴν τῶν Σκυθῶν πρὸς αὐτὸν μῆνιν καὶ τὰς συχνὰς κατ' αὐτοῦ εἰσηγήσεις ἅπαντα τά τε τοῦ βασιλέως ῥήματα τά τε τῶν Σκυθῶν πρὸς τὸν Μονομαχάτον ἀπελθὼν ἐξηγεῖται καὶ περὶ τοῦ συμφέροντος βουλεύσασθαι ξυμβου λεύει. Ὁ δὲ (νουνεχὴς γὰρ ἦν) καὶ τῷ βασιλεῖ προσελθὼν προαρπάζει τὴν ἐπὶ τὸ ∆υρράχιον λειτουργίαν λόγοις κολακευτικοῖς καταθέλξας αὐτόν. Καὶ ὡς πρὸς τὴν Ἐπίδαμνον συνταξάμενος καὶ τὰς ἐπὶ τῇ δουκικῇ ζώνῃ προστάξεις ἐγγράφως ἀνειληφώς, ἐπισπευδόντων εὖ μάλα πρὸς τοῦτο τῶν Σκυθῶν ἐκείνων Γερμανοῦ καὶ Βορίλου, εἰς δευτέραν ἡμέραν τῆς βασιλίδος πόλεως ἔξεισι τὴν Ἐπίδαμνον ἀφορῶν καὶ τὴν Ἰλλυρίδα χώραν. 1.16.4 Ἀλλὰ περιτυγχάνει περί που τὴν λεγομένην Πηγήν, ἔνθα καὶ ναὸς ᾠκοδόμηται τῆς ἐμῆς δεσποίνης παρθένου καὶ θεο μήτορος ἐν τοῖς ἀνὰ Βυζαντίδα πόλιν ναοῖς περιβόητος, τῷ ἐμῷ πατρὶ Ἀλεξίῳ. Οἱ δὲ εἶδον ἀλλήλους, καὶ ὁ μὲν Μονομαχάτος ἄρχεται λόγων πρὸς τὸν μέγαν δομέστικον περιπαθῶν καὶ ὡς ὑπερόριος γίνεται δι' ἐκεῖνον καὶ τὴν πρὸς τοῦτον φιλίαν, καὶ ὅτι οἱ Σκύθαι οἱ πᾶσιν ἐποφθαλ μιῶντες Βορῖλος καὶ Γερμανὸς ὅλον τοῦ φθόνου τὸν τροχὸν κατ' αὐτοῦ ἐξεκύλισαν καὶ δὴ τῶν οἰκείων καὶ τῆς φίλης ταύτης πόλεως εὐπροσώπως ἐξορίζουσι. Καὶ πάντα κατὰ μέρος ἐκτραγῳδήσας, ὅσα τε πρὸς τὸν βασιλέα συκοφαν τηθείη καὶ πάθοι παρὰ τῶν δούλων, ἠξιοῦτο παραμυθίας ὅτι πλείστης παρὰ τοῦ δομεστίκου τῆς δύσεως, οἷος ἐκεῖνος ψυχὴν ἐπικουφίσαι βαρυνομένην ταῖς συμφοραῖς. Καὶ τέλος ἐπειπόντος, ὡς ἄρα Θεὸς εἴη τῶν τοιούτων ἐκδικητὴς καὶ ὡς μεμνῆσθαι φιλίας τῆς πρὸς αὐτὸν ὑπομνήσαντος, ὁ μὲν ἐπὶ τὸ ∆υρράχιον ὥρμα, τὸν δ' ἀφῆκεν εἰσδῦναι τὴν βασιλεύουσαν πόλιν. 1.16.5 Ὁ δὲ Μονομαχάτος καταλαβὼν τὸ ∆υρράχιον καὶ ἀμφοτέρων τὴν παρασκευὴν ἀκηκοὼς τήν τε τοῦ τυράννου Ῥομπέρτου καὶ τὴν ἐπανάστασιν Ἀλεξίου, ἐν ζυγῷ καὶ σταθμῷ τὰ κατ' αὐτὸν διετίθετο. Καὶ πρὸς μὲν τὸ φανερὸν ἀντίξως εἶχεν [ἐν] ἀμφοτέροις, εἶχε δέ τι τὰ τῆς προδήλου μάχης καὶ τοῦ φαινομένου βαθύτερον. Ὁ μὲν γὰρ μέγας δομέστικος γράμμασιν αὐτῷ μεμηνύκει τὰ συμπεσόντα, ὅτι τε τῶν ὀμμάτων ἀποστέρησις τούτῳ ἠπείλητο καὶ ὡς ἄρα διὰ ταύτην τὴν ἀνάγκην καὶ τὴν μελετωμένην τυραν νίδα τοῖς τυραννοῦσιν ἀντεπιτίθεται καὶ χρὴ τοῦτον δια ναστῆναι ὑπὲρ τοῦ φίλου καὶ πρὸς αὐτὸν ἐθελῆσαι πέμψαι ὅθεν δήποτε χρῆμα τούτῳ συνειλεγμένον. «∆εῖ δὴ γάρ» φησι «χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων». 1.16.6 Ὁ δὲ χρήματα μὲν οὐκ ἔπεμψε, φιλο φρονησάμενος δὲ τοὺς πρέσβεις γράμματα τούτοις ἐπιτί θησιν ἀντὶ χρημάτων τοιόνδε νοῦν περιέχοντα, ὡς αὐτὸς μὲν εἰς τὴν τήμερον τὴν ἀρχαίαν φιλίαν διαφυλάττοι καὶ εἰς τὸ ἑξῆς φυλάττειν κατεπαγγέλλοιτο. Περὶ δὲ τοῦ ἐπιτεταγμένου χρυσίου σφόδρα μὲν καὶ αὐτὸν γλίχεσθαι πέμπειν ὁπόσα γε βούλοιτο χρήματα. «Ἀλλὰ γὰρ ἐπέσχε με πρᾶγμα δίκαιον. Καὶ γὰρ πρὸς τοῦ βασιλέως Βοτα νειάτου πεμφθεὶς καὶ τὰς πίστεις τῆς δουλείας αὐτῷ δεδωκὼς οὐ καλὸς ἂν οὐδέ σοι δόξω καὶ εὔνους τὰ εἰς βασιλέας ἀνήρ, εἴ γε τοῖς σοῖς ἐπιτάγμασιν ἐκ τοῦ