1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

26

ἔργα αὐτοῦ», ἔκτισέν με δηλονότι διὰ τῆς παρθένου Μαρίας δι' ἧς ὁ θεὸς ἑνῶσαι τὴν ἀνθρωπίνην σάρκα τῷ ἑαυτοῦ λόγῳ προείλετο. 2.3.13 καὶ μεθ' ἕτερα προστίθησιν λέγων τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ἔκτισεν γὰρ ἀλη θῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος ἀλλὰ μὴ οὖσαν ἔκτισεν. καὶ ἐπιφέρει αὖθις λέγων οὐκοῦν τοῦτ' ἐστιν τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». 2.3.14 ἐπάγει δέ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», θεμέλιον μὲν τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν. ὡς καὶ ὁ ἀπόστολος λέγει «θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός». ἑνὸς δὲ αἰῶνος ἐνταῦθα μέμνηται, ἀφ' οὗ τὰ κατὰ τὸν Χριστὸν τεθεμελιῶσθαι ἔφη. 2.3.15 καὶ πάλιν τὴν αὐτὴν βεβαιοῖ λέξιν φάσκων εἰκότως ὁ προφήτης ἔφη «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», δηλονότι τὸ κατὰ σάρκα, διὰ τὴν πρὸς τὸν ἀληθῶς υἱὸν αὐτοῦ τὸν λόγον κοινωνίαν. καὶ ἐπιλέγει ἑξῆς εἶτα «ἐν ἀρχῇ» φησὶν «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». γῆν ποίαν ταύτην ἢ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; «γῆ» γὰρ «εἶ» φησὶν «καὶ εἰς γῆν ἀπελεύσῃ». ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν, τινὰ τρόπον κοινω νήσασαν τῷ ἁγίῳ λόγῳ. 2.3.16 θέα δὲ πῶς ἐν τούτοις ὁ Μάρκελλος ἑαυτῷ περιπίπτει. φήσας γοῦν ἐν ἑτέρῳ περιπίπτει τὴν σάρκα εἶναι τὴν «ἀρχὴν ὁδῶν» τοῦ θεοῦ κτισθεῖσαν καὶ πάλιν «θεμέλιον» τὴν αὐτὴν εἶναι εἰπών, ἐπάγει τὸ «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». εἶθ' ἑρμηνεύει τὴν γῆν πάλιν τὴν σάρκα εἶναι, οὐχ ὁρῶν ὡς οὐδεμίαν ἔχει ἀκολουθίαν πρὸ τῆς σαρκὸς τὴν σάρκα ἐκτίσθαι λέγειν καὶ μετὰ τὴν κτίσιν τῆς σαρκὸς πάλιν τὴν 2.3.17 σάρκα ὀνομάζειν. ὁ δὲ ἔτι πρὸς τούτοις ἐπιφέρει ἑξῆς λέγων εἶτα «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι» φησίν· ἐνταῦθα τὰς ἀβύσσους παροιμιωδῶς ὁ προφήτης τὰς τῶν ἁγίων καρδίας εἶναι λέγει τὰς ἐν τῷ ἑαυτῶν βάθει τὴν τοῦ πνεύματος ἐχούσας δωρεάν. 2.3.18 καὶ ἐν τούτοις δὲ πρόσσχες, ὅπως εἰς τὴν σάρκα ἐκλαβὼν εἰρῆσθαι τὸ «κύριος ἔκτισέν με», ἔπειτα στενοχωρούμενος ὑπὸ τῆς γραφῆς λεγούσης «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι», τὰς μὲν ἀβύσσους ἑρμηνεύει τὰς τῶν ἁγίων καρδίας λέγων αὐτὰς εἶναι, οὐ συνορᾷ δὲ ὅτι αἱ τῶν ἁγίων καρδίαι, τοῦ Ἀβραὰμ δηλαδὴ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ Μωσέως τε καὶ Ἡλίου καὶ Μελχισεδὲκ καὶ τῶν λοιπῶν προ2.3.19 φητῶν, πρὸ τῆς σαρκὸς γεγόνασιν τοῦ σωτῆρος. πῶς οὖν δυνατὸν ἐπὶ τὴν σάρκα ἀναφέρειν τὸ «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι»; καὶ μεθ' ἕτερα δὲ αὖθις ἐπάγει λέγων τί τοίνυν ἐστὶν καὶ τουτὶ τὸ κεφάλαιον «πρὸ τοῦ προ ελθεῖν τὰς πηγὰς τῶν ὑδάτων»; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα, δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται. 2.3.20 καὶ αὖθις ἐπάγει τὸ αὐτὸ γράφων οὕτως εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγοντος «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων» ἔφη. 2.3.21 ἔπειτα ἑξῆς ἕτερά τινα διελθὼν ἐπιφέρει οὐκοῦν ἐπειδήπερ περὶ τῶν προαγόντων εἰρήκαμεν, ἀκό λουθόν ἐστιν καὶ τὸ λεῖπον ἀναπληρῶσαι. λείπει δὲ τὸ κατὰ τὰ ὄρη καὶ τοὺς βουνούς. «πρὸ» γὰρ «τοῦ ὄρη ἑδρασθῆναι» φησὶν «πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με». ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ' αὐτῶν δικαίαν πολιτείαν παροι μιωδῶς σημήνῃ. 2.3.22 τοιαύτας τινὰς ἑρμηνείας ἐκθέμενος αὖθις ἐπὶ τὰς ἀποστολικὰς μεταβαίνει φωνάς, τἀναντία τῷ ἀποστόλῳ φθεγγόμενος. ὁ μὲν γὰρ τὸν προόντα υἱὸν τοῦ θεοῦ καὶ «πρωτότοκον πάσης κτίσεως» αὐτὸν εἶναι ἐδίδασκεν. «τὰ πάντα δι' αὐτοῦ, καὶ ἐν αὐτῷ» ἐκτίσθαι, αὐτόν τε εἶναι «πρὸ πάντων»