26
πραγμάτων καὶ διὰ συμπαθείας καὶ δακρύων καὶ διὰ παντὸς τρόπου τοὺς ἐν συμφοραῖς ἀνέχων καὶ κοινός τις ἁπάντων λιμὴν γενόμενος. 13.17 «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Καὶ τοῦτο οὐχ ὡς ἔτυχεν αὐτῷ κατώρθωτο. Ἄκουσον γοῦν τοῦ Θεοῦ μαρτυροῦντος αὐτῷ· «Οὐκ ἔστιν ἄνθρωπος ὅμοιος αὐτοῦ τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.» 13.18 «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ ἐντεῦθεν πολλὴν τῶν ἀγώνων καὶ τῶν βραβείων τὴν δαψίλειαν ἐποιήσατο. Οὐ γὰρ δι' ἀνθρώπων ἠλαύνετο, ἀλλ' αὐτὸς ὁ ἀρχέκακος δαίμων ἐπιθέμενος καὶ πάντα αὐτοῦ τὰ μηχανήματα κινήσας, οὕτως ἦλθεν ἐπ' αὐτὸν, ἀπελάσας αὐτὸν καὶ οἰκίας καὶ πατρίδος καὶ εἰς τὴν κοπρίαν ἐξαγαγών, χρημάτων ἐκβαλὼν πάντων, κτημάτων, παίδων, αὐτῆς τοῦ σώματος τῆς ὑγιείας καὶ λιμῷ παραδοὺς χαλεπωτάτῳ· μετὰ δὲ ἐκείνου καὶ τῶν φίλων τινές, οὐχ ὡς ἔτυχεν, ἥλλοντο καὶ ἀνέξαινον αὐτοῦ τῆς ψυχῆς τὰ ἕλκη. 13.19 «Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Ἀλλὰ καὶ τοῦτον μετὰ πολλῆς τῆς ἀφθονίας ἐκαρπώσατο τὸν μακαρισμόν. Καὶ γὰρ διέβαλλον αὐτὸν οἱ παρόντες τότε, ἐλάττονα ὧν ἐπλημμέλησε λέγοντες αὐτὸν τετιμωρῆσθαι, μακρὰς κατηγορίας ἀποτείνοντες κατ' αὐτοῦ καὶ λόγους ψευδεῖς καὶ συκοφαντίας γέμοντας. 13.20 Ἀλλ' ὅμως καὶ τούτους μέλλοντας κινδυνεύειν ἐξήρπασε τῆς θεηλάτου πληγῆς, ὑπὲρ οὐδενὸς τῶν εἰρημένων μνησικακήσας αὐτοῖς. Καὶ ἐνταῦθα πάλιν ἐκεῖνο ἐπλήρου τὸ παράγγελμα, τό· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς.» Καὶ γὰρ ἠγάπησε καὶ ηὔξατο ὑπὲρ αὐτῶν καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἀνεῖλε καὶ τὴν ἁμαρτίαν αὐτῶν ἔλυσε· καίτοι μὴ προφητῶν, μὴ εὐαγγελιστῶν, μὴ ἱερέων, μὴ διδασκάλου, μὴ ἄλλου τινὸς ἀκούσας ὑπὲρ ἀρετῆς συμβουλεύοντος. 13.21 Ὁρᾷς ἡλίκον ἐστὶ γενναία ψυχὴ καὶ πῶς ἀρκεῖ πρὸς ἀρετὴν ἑαυτῇ, κἂν μηδεμιᾶς ἐπιμελείας ἀπολαύῃ; Καίτοι γε προγόνους οὐ μόνον χρηστοὺς οὐκ ἔσχεν, ἀλλὰ καὶ πολλὴν κακίαν ἐπιδειξαμένους. Περὶ γοῦν τοῦ προγόνου αὐτοῦ φησιν ὁ Παῦλος· «Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.»
14.t Κεφ. ιδʹ. Ὅτι καὶ ἐπὶ τῶν ἀποστόλων πολλὰ τὰ σκάνδαλα καὶ
πολλοὶ οἱ παρασυρόμενοι καὶ διδασκάλων διώξεις καὶ ἀναιρέσεις ταχεῖαι
14.1 Τί δέ, ἐπὶ τῶν ἀποστόλων, εἰπέ μοι; οὐ μυρία τοιαῦτα ἐγίνετο; Ἄκουσον
γοῦν τί φησιν ὁ Παῦλος· «Οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης.» Οὐ δεσμωτήρια ᾤκουν οἱ διδάσκαλοι; οὐχ ἁλύσεις περιέκειντο; οὐ παρὰ τῶν οἰκείων, οὐ παρὰ τῶν ἀλλοτρίων τὰ ἔσχατα ἔπασχον κακά; οὐ μετ' ἐκείνους ἀντ' ἐκείνων λύκοι βαρεῖς εἰσῄεσαν εἰς τὰ ποίμνια; οὐχὶ ταῦτα προὔλεγεν ὁ Παῦλος Ἐφεσίοις εἰς Μίλητον αὐτοὺς μεταπεμψάμενος; 14.2 «Ἐγὼ γὰρ οἶδα, φησίν, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Καὶ ἐξ ὑμῶν δὲ αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.» Οὐ χαλκοτύπος ἀνὴρ Ἀλέξανδρος μυρία παρέσχεν αὐτῷ πράγματα, πανταχόθεν ἐλαύνων, πολεμῶν, πυκτεύων καὶ εἰς τοσαύτην αὐτὸν κατέστησεν ἀγωνίαν ὡς καὶ τῷ μαθητῇ παραγγεῖλαι καὶ εἰπεῖν· «Ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις»; 14.3 Οὐχ ὁλόκλη ρον ἔθνος τῶν Γαλατῶν ὑπό τινων ψευδαδέλφων