27
σχεδὸν ὑπείξομαι. Εἰ δὲ τὴν βασιλείαν σοι ἐπιβραβεύσειεν ἡ ἄνωθεν πρόνοια, ὡς πρῶτον φίλος ἐγὼ πιστὸς ἦν, καὶ μετὰ ταῦτα δοῦλος πιστότατος ἔσομαι». 1.16.7 Ταῦτα τοῦ Μονομαχάτου πρὸς τὸν ἐμὸν πατέρα σχεδιάσαντος καὶ ἐν ταὐτῷ αὐτόν τε ἅμα, λέγω δὴ τὸν ἐμὸν πατέρα, καὶ τὸν Βοτανειάτην ὑποποιουμένου, πρὸς δὲ τούτοις πρὸς τὸν βάρβαρον Ῥομπέρτον γυμνοτέρους ποιησαμένου λόγους καὶ εἰς λαμπρὰν ἀποστασίαν ἀναρρηγνυμένου, πολλὰ κατηγο ρεῖν ἔχω. Ἀλλ' ἔοικέ πως τὰ τοιαῦτα ἤθη τῶν ἀνθρώπων παλίμβολα καὶ πολλὰ χρώματα μεταλαμβάνοντα κατὰ τὰς τῶν πραγμάτων μεταβολάς, καὶ τῷ μὲν κοινῷ οἱ τοιοῦτοι πάντες ἀξύμφοροι, ἑαυτοῖς δέ εἰσιν ἀσφαλέστατοι τὰ κατ' αὐτοὺς καὶ μόνους ξυμφέροντα διοικονομούμενοι καὶ ὡς τὰ πολλὰ ἀποτυγχάνοντες. Ταῦτα μὲν οὕτως ὁ τῆς ἱστορίας ἵππος τῆς λεωφόρου ἐξέδραμε· πάλιν δὲ τοῦτον εἰς τοὺς προτέρους δρόμους ἐπαναγάγωμεν καὶ γεγονότα ἐξήνιον. 1.16.8 Ὁ γάρ τοι Ῥομπέρτος καὶ πρότερον σφαδάζων πρὸς τὴν καθ' ἡμῶν περαίωσιν καὶ τὸ ∆υρράχιον φανταζόμενος, τότε δὴ καὶ μᾶλλον ἐξεφλέγετο καὶ χεῖρας καὶ πόδας ἀκάθεκτος ἦν πρὸς τὴν ναυστολίαν καὶ τοὺς στρατιώτας ἐπέσπευδε καὶ λόγοις παροξυντικοῖς παρεθάρρυνεν. Ὁ δὲ Μονομαχάτος ταῦτα κατασκευάσας καὶ ἄλλην τινὰ τοιαύ την ἀσφάλειαν ἑαυτῷ ἐπῳκοδομεῖτο. Τόν τε γὰρ Βοδῖνον καὶ τὸν Μιχαηλᾶν τοὺς ἐξάρχους τῶν ∆αλματῶν διά τινων γραφῶν ἑαυτῷ ὑπεποιήσατο φίλους καὶ δωρεαῖς προκατείληφε τὰς γνώμας αὐτῶν θύρας παντοδαπὰς ἑαυτῷ ὑπανοίγων. Εἰ γὰρ τοῦ τε Ῥομπέρτου καὶ Ἀλεξίου ἀστοχήσειε καὶ ἀμφοτέρων ἀποκριθείη, εὐθὺ ∆αλματίας ἐλάσειε πρός τε Βοδῖνον καὶ Μιχαηλᾶν αὐτόμολος γενησό μενος. Ἐχθρῶν γὰρ τούτων ἀναφανέντων λοιπὸς ἄρα ὁ Μιχαηλᾶς κατηλπίζετο τούτῳ καὶ ἑτέρωθεν ὁ Βοδῖνος, πρὸς οὓς καὶ φυγεῖν παρεσκεύαστο, τῶν ἀπὸ τοῦ Ῥομπέρ του δηλονότι καὶ Ἀλεξίου ἀντιπνευσάντων αὐτῷ. 1.16.9 Ταῦτα μὲν ἐχέτω ταύτῃ. Καιρὸς δὲ ἤδη τραπέσθαι πρὸς τὴν βασιλείαν τοὐμοῦ πατρὸς καὶ ὅπως καὶ ἐξ οἵων ἀφορμῶν εἰς τὸ βασιλεύειν ἐλήλυθε, διηγήσασθαι. Οὐ γὰρ τὰ πρὸ τῆς βασιλείας αὐτῷ ἐσκεψάμην ἐρεῖν, ἀλλὰ καὶ ὅσα βασιλεύων κατώρθωκεν ἢ ἐξήμαρτεν, εἴ γε τέως σφαλέντα τοῦτον εὑρήσομεν ἐν ἅπασι δι' ὧν βαδιούμεθα. Οὐ γὰρ ὡς πατρὸς φεισαίμην, εἴ γέ μοι παρασταίη τι τῶν ἐκείνῳ μὴ καλῶς πεπραγμένων, οὐδὲ διὰ τὴν ὑποτρέχουσαν ὑποψίαν, ὅτι πατήρ ἐστι, περὶ οὗ ξυγγράφομεν, τὰ κατορθώματα τούτῳ παραδραμούμεθα. Ἐν ἑκατέροις γὰρ ἀδικήσομεν τὴν ἀλήθειαν. Ἐμοὶ γὰρ τοῦτον ἐχούσῃ σκοπόν, ἄνωθεν καθάπερ πολλάκις εἴρηται, ὑπόθεσις ὁ πατὴρ καὶ βασιλεὺς ὑποβέβληται. Τὸν οὖν Ῥομπέρτον ἐκεῖσε καταλελοιπότες, οὗπερ ὁ λόγος αὐτὸν ἠγάγετο, τὰ κατὰ τὸν βασιλέα σκοπῶμεν ἤδη, τούς τε πολέμους καὶ τὰς μάχας τὰς πρὸς τὸν Ῥομπέρτον ἐν ἑτέρῳ λόγῳ ταμιευσόμεθα.
2.t.1 ΑΛΕΞΙΑΣ Βʹ
2.1.1 Ὅθεν μὲν οὖν ὁ αὐτοκράτωρ Ἀλέξιος ὥρμητο καὶ ἐξ οἵου γένους τὸν βουλόμενον εἰδέναι εἰς τὰς τοὐμοῦ Καίσαρος συγγραφὰς παραπέμπομεν· ἀλλὰ δὴ καὶ τὰ περὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου ἐκεῖθεν ἑλκύ σεται. Μανουὴλ μὲν οὖν τὸν πρωτότοκον ἀδελφὸν Ἰσαακίου καὶ Ἀλεξίου καὶ τῶν λοιπῶν τῶν ἐξ Ἰωάννου τοῦ Κομνηνοῦ καὶ πρὸς πατρὸς ἐμοῦ πάππου κατηγμένων στρατηγὸν αὐτοκράτορα ἡ Ἀσία πάσα εἶχε τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ ∆ιογένους τοῦτον προχειρισαμένου, αὖθις δὲ καὶ τὸν Ἰσαάκιον δοῦκα ἡ Ἀντιόχου ἐκληρώσατο, πολλοὺς πολέμους καὶ μάχας ἀγωνισαμένους, πολλὰ δὲ καὶ τρόπαια κατὰ τῶν