1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

27

διεφθάρη; Οὐκ ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστομίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχὺς τὰ Ἰουδαϊκά, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ, 14.4 ὁ γενναῖος οὗτος καὶ σοφὸς καὶ χάριτος πεπληρωμένος καὶ τοσαύτην Ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελεύετο; Τί δαὶ Ἰάκωβος; οὐκ ἐν ἀρχῇ καὶ αὐτὸς καὶ ἐξ αὐτῆς, ὡς εἰπεῖν, βαλβῖδος ἀνεσπάσθη καὶ ἀποτμηθεὶς εἰς χάριν τῶν Ἰουδαίων ὑπὸ Ἡρώδου, οὕτω τὸν βίον κατέλυσε, στῦλος τοιοῦτος καὶ ἑδραίωμα τηλικοῦτον τῆς ἀληθείας; 14.5 Πόσοι τότε ἐσκανδαλίζοντο γινομένων τούτων; Ἀλλ' οἱ ἑστῶτες ἵσταντο καὶ μειζόνως ἵσταντο. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος Φιλιππησίοις ἐπιστέλλων· «Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ Θεοῦ λαλεῖν.» 14.6 Εἶδες ἀνδρείαν; εἶδες παρρησίαν; εἶδες εὐτονίαν ψυχῆς; εἶδες φιλόσοφον γνώμην; Ἑώρων τὸν διδάσκαλον ἐν δεσμωτηρίῳ καὶ ἁλύσει συγκεκλεισμένον, ἀγχόμενον, παιόμενον καὶ μυρία πάσχοντα δεινὰ καὶ οὐ μόνον οὐκ ἐσκανδαλίζοντο, οὐδὲ ἐθορυβοῦντο, ἀλλὰ καὶ μείζονα προθυμίαν ἐκτῶντο καὶ πλείονα προκοπὴν εἰς τοὺς ἀγῶνας ἐλάμβανον τοῦ διδασκάλου τοῖς παθήμασιν. 14.7 Ἀλλὰ καὶ ὑπεσύροντο, φησίν, ἕτεροι. Ναὶ οὐδὲ ἐγὼ πρὸς τοῦτο ἀντιλέγω· καὶ γὰρ εἰκὸς πολλοὺς καὶ ὑποσύρεσθαι, γινομένων τούτων· ἀλλ', ὃ πολλάκις εἶπον καὶ λέγων οὐ παύσομαι, τοῦτο καὶ νῦν ἐρῶ· ἑαυτοῖς δίκαιοι τοῦτο ἂν εἶεν λογίζεσθαι οὗτοι, οὐ τῇ τῶν πραγμάτων φύσει. Καὶ γὰρ ἀπιὼν ὁ Χριστὸς ἐντεῦθεν ταύτην κατέλιπεν ἡμῖν τὴν κληρονομίαν λέγων· «Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε» καὶ «Ἐπὶ ἡγεμόνας καὶ βασιλέας ἀχθήσεσθε» καὶ, «Ἔσται καιρὸς ὅτε πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξει λατρείαν προσφέρειν τῷ Θεῷ». Ὥστε περιττῶς μοι τοὺς σκανδαλιζομένους πανταχοῦ προφέρεις· ἀεὶ γὰρ ταῦτα συνέβαινε. 14.8 Καὶ τί λέγω τὰ τῶν ἀποστόλων; Πόσοι τῷ σταυρῷ αὐτοῦ τοῦ κοινοῦ πάντων ἡμῶν ∆εσπότου ἐσκανδαλίσθησαν καὶ παρανομώτεροι καὶ θρασύτεροι μᾶλλον ἐγένοντο καὶ παριόντες ἐκωμῴδουν αὐτόν, λέγοντες. «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι; Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν εἰς σέ.» 14.9 Ἀλλ' ὅμως οὐκ ἂν ἔχοιεν ἀπολογίαν οὗτοι διὰ τὸν σταυρόν. Ὁ γὰρ λῃστὴς ἁπάντων κατηγορεῖ τῶν τοιούτων. Καὶ γὰρ καὶ ἐκεῖνος ἐσταυρωμένον εἶδεν ἄνω καὶ οὐ μόνον οὐκ ἐσκανδαλίσθη, ἀλλὰ καὶ ἐντεῦθεν μείζονα ὑπόθεσιν ἔλαβεν εἰς τὸ φιλοσοφῆσαι καὶ πάντα ὑπερβὰς τὰ ἀνθρώπινα καὶ τῷ πτερῷ τῆς πίστεως κουφισθείς, περὶ τῶν μελλόντων ἐφιλοσόφει. 14.10 Ὁρῶν γὰρ ἀνεσκολοπισμένον, μεμαστιγωμένον, ὑβριζόμενον, χολὴν ποτιζόμενον, ἐμπτυόμενον, ὑπὸ δήμου τοσούτου χλευαζόμενον, ὑπὸ δικαστηρίου κατακριθέντα, τὴν ἐπὶ θάνατον ἀπαχθέντα, οὐδενὶ τούτων ἐσκανδαλίσθη· ἀλλ' ὁρῶν σταυρὸν καὶ ἥλους ἐμπεπηγότας καὶ κωμῳδίαν τοσαύτην γινομένην ὑπὸ τοῦ πλήθους τοῦ διεφθαρμένου, τὴν ὀρθὴν ὁδὸν αὐτὸς ἐβάδισε λέγων· «Μνήσθητί μου ἐν 14.11 τῇ βασιλείᾳ σου»καὶ τὸν κατηγοροῦντα ἐπεστόμιζε καὶ τὰ οἰκεῖα ἁμαρτήματα ἐξωμολογεῖτο καὶ περὶ ἀναστάσεως ἐφιλοσόφει· καὶ ταῦτα οὐ νεκροὺς ἰδὼν ἐγειρομένους, οὐ λεπροὺς καθαιρομένους, οὐ χωλοὺς διορθουμένους, οὐ θάλατταν χαλινουμένην, οὐ δαίμονας ἐλαυνομένους, οὐκ ἄρτους πηγάζοντας, οὐ τὰ ἄλλα, ἅπερ ἐθεάσατο τῶν Ἰουδαίων ὁ δῆμος καὶ θεασάμενος ἐσταύρωσεν. 14.12 Ἀλλ' οὗτος μὲν ἀνεσκολοπισμένον ἰδὼν καὶ ὡμολόγησε Θεὸν καὶ βασιλείας ἐμνημόνευσε καὶ περὶ τῶν μελλόντων ἐφιλοσόφησεν· ἐκεῖνοι δὲ θαυματουργοῦντα θεασάμενοι καὶ τῆς διὰ λόγων καὶ τῆς διὰ πραγμάτων ἀπολαύσαντες διδασκαλίας, οὐ μόνον οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ εἰς τὸ ἔσχατον βάραθρον τῆς ἀπωλείας κατηνέχθησαν, ἐπὶ τὸν