28
ἀντικειμένων στήσαντας. Καὶ μετ' αὐτοὺς οὑμὸς πατὴρ Ἀλέξιος στρατηγὸς αὐτοκράτωρ προὐβέβλητο κατὰ τοῦ Οὐρσελίου παρὰ τοῦ τότε βασιλεύοντος Μιχαὴλ τοῦ ∆ούκα ἀποσταλείς. 2.1.2 Ὡς δὲ καὶ ὁ βασιλεὺς Νικηφόρος περιδέξιον τοῦτον περὶ τὰ πολεμικὰ ἐθεάσατο, ἀκηκοὼς δὲ καὶ ὅπως περὶ τὴν ἕω συνὼν τἀδελφῷ Ἰσαακίῳ ὑπὲρ τὸν αὐτοῦ χρόνον ἐν διαφόροις ἀγῶσιν ἐμπέπτωκεν ἀριστεὺς ἀναφανεὶς καὶ ὅπως τὸν Οὐρσέλιον κατετροπώσατο, διαφε ρόντως ἠγάπα καὶ τοῦ Ἰσαακίου οὐκ ἔλαττον. Καὶ ἐνστερ νιζόμενος ἄμφω τἀδελφὼ ἱλαρὸν ἐνητένιζεν, ἔστιν οὗ καὶ τῆς αὐτῆς τραπέζης ἀξιῶν. 2.1.3 Ἀνέφλεγε τοῦτο τὸν κατ' αὐτῶν φθόνον καὶ μᾶλλον τῶν εἰρημένων δύο βαρ βάρων Σθλαβογενῶν, τοῦ τε Βορίλου φημὶ καὶ τοῦ Γερμανοῦ. Ὁρῶντες γὰρ τὴν τοῦ βασιλέως ἐς αὐτοὺς εὐμένειαν καὶ ὅτι καθ' ὥραν ταῖς τοῦ φθόνου τοξείαις βαλλόμενοι ἄτρωτοι διαμένουσιν, ἐξετήκοντο. Τὸν γὰρ Ἀλέξιον, κἂν οὔπω τὸν ἴουλον ἐπανθοῦντα εἶχεν, ἐν πᾶσιν εὐδοκιμοῦντα ὁρῶν ὁ βασιλεὺς στρατηγὸν αὐτοκράτορα τῆς ἑσπέρας ἀναδείκνυσι τῷ τῶν προέδρων τετιμηκὼς ἀξιώ ματι. Ὅσα μὲν οὖν καὶ κατὰ τὴν ἑσπέραν οὗτος ἀνέστησε τρόπαια καὶ ὁπόσους ἀποστάτας καταγωνισάμενος ζωγρίας ἦγε τῷ βασιλεῖ, ἀρκούντως προλέλεκται. Ἀλλὰ ταῦτα τοῖς δούλοις οὐκ ἤρεσκεν, ἐξέκαε δὲ μᾶλλον αὐτῶν ἀναφλέγοντα τὸν φθόνον. Οἳ καὶ πολλὰ μὲν ὑπετονθόρυζον βυσσοδο μοῦντες κατ' αὐτῶν, πολλὰ δὲ καὶ κρύφια λέγοντες τῷ βασιλεῖ, τινὰ δὲ καὶ εἰς τοὐμφανές, ἄλλα δὲ δι' ἑτέρων, μεθοδείαις τισὶ χρώμενοι ἐκποδὼν τούτους γενέσθαι παν τοίως ἐσπούδαζον. 2.1.4 Ἀπορίᾳ γοῦν συνεχόμενοι οἱ Κομνηνοὶ δέον ἐλογίσαντο τοὺς περὶ τὴν γυναικωνῖτιν ὑποποιήσασθαι καὶ δι' αὐτῶν τὴν τῆς βασιλίδος ἐπὶ πλέον εὐμένειαν ἐπισπάσασθαι. Ἐπαγωγοὶ γὰρ οἱ ἄνδρες καὶ λιθίνην καταμαλάξαι ψυχὴν δυνάμενοι καὶ παντοίοις ἐπι χειρήμασι. Τοῦτο ἤδη κατώρθου ὁ Ἰσαάκιος πάλαι πρὸς αὐτῆς ἐπὶ τῇ ἰδίᾳ ἐξαδέλφῃ εἰς κῆδος προσληφθείς, ὁ γενναιότατος ὢν ἐν λόγοις καὶ πράξεσι καὶ τὰ πλεῖστα τὠ μῷ πατρὶ ἐμφερής. Ἀλλ' ἐπεὶ τὰ περὶ αὐτὸν καλῶς προκε χώρηκε, πολλὰ φροντίζων ἦν περὶ τἀδελφοῦ, καὶ ὅσον ἐκεῖνος τούτῳ εἰς τὴν τοῦ κήδους τότε συνῄρετο ὑπόθεσιν, τοσοῦτον οὗτος ἐσπουδάκει μηδ' αὐτὸν τῆς βασιλίδος πορρωτέρω καθεστάναι. Ὀρέστην μὲν οὖν καὶ Πυλάδην φίλους ὄντας τοσοῦτον τὸν πρὸς ἀλλήλους πόθον ἔχειν φασίν, ὡς ἐν καιρῷ μάχης ἀμελεῖν μὲν ἑκάτερον τῶν καθ' ἑαυτοῦ πολεμίων, ἀμύνειν δὲ τοὺς ἐπιφερομένους θατέρῳ καὶ προαρπάζειν ἅτερον τὰς πρὸς θάτερον ἐρχομένας τῶν ὀϊστῶν βολὰς τὰ στέρνα ὑπέχοντα. Τοιοῦτον καὶ ἐπὶ τούτοις ἦν συνορᾶν. Ἄμφω γὰρ τἀδελφὼ καὶ τοὺς κιν δύνους προαρπάζειν ἐβούλοντο καὶ τὰς ἀριστείας τε καὶ τιμὰς καὶ ἁπλῶς τἀγαθὸν θατέρου ἴδιον ἅτερος ἐλογίζετο καὶ αὖ τοὐναντίον, τοσοῦτον τὸν πόθον πρὸς ἀλλήλους εἶχον. 2.1.5 Τὰ μὲν οὖν κατὰ τὸν Ἰσαάκιον οὕτως ἐκ θείας ᾠκονόμητο προνοίας· οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ οἱ περὶ τὴν γυναικωνῖτιν ταῖς τοῦ Ἰσαακίου ὑποθημοσύναις παρα πείθουσι τὴν βασιλίδα υἱοθετήσασθαι τὸν Ἀλέξιον. Πεί θεται τούτοις, κἀπειδὴ περὶ τὰ βασίλεια κατά τινα κυρίαν ἡμέραν καὶ ἄμφω γεγόνατον, ἡ βασιλὶς υἱοθετεῖ τὸν Ἀλέ ξιον κατὰ τὸν παρακολουθήσαντα περὶ τῶν τοιούτων πάλαι τύπον. Ἀνέσφηλε γοῦν τοῦ λοιποῦ τῆς πολλῆς φροντίδος ὁ μέγας τῶν ἑσπερίων στρατευμάτων δομέστικος. Κἄκτοτε θαμὰ τοῖς βασιλείοις ἄμφω φοιτῶντες καὶ τὴν τοῖς βασι λεῦσι προσήκουσαν ἀποπληροῦντες προσκύνησιν καὶ μικρὸν ἐγκαρτεροῦντες τῇ βασιλίδι προσήρχοντο· ταῦτα ἐπὶ πλέον τὸν κατ' αὐτῶν φθόνον ἐξέκαε. 2.1.6 Τοῦτο δὲ διὰ πολλῶν οἱ Κομνηνοὶ βεβαιούμενοι, δείσαντες, ἵνα μὴ ἀμφότεροι ταῖς πάγαις αὐτῶν ἁλόντες οὐδὲ τὸν ἐπαρήγοντα ἔχωσι, τρόπον ἐζήτουν, δι' οὗ τὸ ἀσφαλὲς Θεοῦ συλλαμβανομένου ἑαυτοῖς περιποιήσαιντο. Πολλοὺς οὖν λογισμοὺς σύναμα τῇ μητρὶ ἀνελίξαντες καὶ πολλὰ πολλάκις διασκεψάμενοι μίαν