28
μὴ τὸ θνητὸν ἐζωοποίησε; 44.7 Καὶ ὥσπερ τῆς καλάμης ὑπὸ πυρὸς φύσει φθειρομένης, εἰ κωλύει τις τὸ πῦρ ἀπὸ τῆς καλάμης, οὐ καίεται μὲν ἡ καλάμη, μένει δὲ ὅλως πάλιν καλάμη ἡ καλάμη ὑποπτεύουσα τὴν τοῦ πυρὸς ἀπειλήν· φύσει γάρ ἐστιν ἀναλωτικὸν αὐτῆς τὸ πῦρ· εἰ δέ τις ἐνδιδύσκοι τὴν καλάμην ἀμιάντῳ πολλῷ, ὃ δὴ λέγεται ἀντιπαθὲς εἶναι τοῦ πυρός, οὐκ ἔτι τὸ πῦρ φοβεῖται ἡ καλάμη, ἔχουσα τὴν ἀσφάλειαν ἐκ τοῦ ἐνδύματος τοῦ ἀκαύστου· 44.8 τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ σώματος καὶ ἐπὶ τοῦ θανάτου ἄν τις εἴποι· ὅτι εἰ προστάξει μόνον κωλυθεὶς ἦν ὁ θάνατος ὑπ' αὐτοῦ, οὐδὲν ἧττον πάλιν ἦν θνητὸν καὶ φθαρτὸν κατὰ τὸν τῶν σωμάτων λόγον. Ἀλλ' ἵνα μὴ τοῦτο γένηται, ἐνεδύσατο τὸν ἀσώματον τοῦ Θεοῦ Λόγον· καὶ οὕτως οὐκ ἔτι τὸν θάνατον οὐδὲ τὴν φθορὰν φοβεῖται, ἔχον ἔνδυμα τὴν ζωήν, καὶ ἐν αὐτῷ ἀφανιζομένης τῆς φθορᾶς.
45.1 Οὐκοῦν ἀκολούθως ὁ τοῦ Θεοῦ Λόγος σῶμα ἀνέλαβε, καὶ ἀνθρωπίνῳ ὀργάνῳ κέχρηται, ἵνα καὶ ζωοποιήσῃ τὸ σῶμα, καὶ ἵν', ὥσπερ ἐν τῇ κτίσει διὰ τῶν ἔργων γνωρίζεται, οὕτως καὶ ἐν ἀνθρώπῳ ἐργάσηται, καὶ δείξῃ ἑαυτὸν πανταχοῦ, μηδὲν ἔρημον τῆς ἑαυτοῦ θειότητος καὶ γνώσεως καταλιμπάνων. 45.2 Πάλιν γὰρ τὸ αὐτό φημι, τοῖς πρότερον ἐπαναλαβών, ὅτι τοῦτο πεποίηκεν ὁ Σωτήρ, ἵνα ὥσπερ τὰ πάντα πανταχόθεν πληροῖ παρών, οὕτως καὶ τὰ πάντα τῆς περὶ αὐτοῦ γνώσεως πληρώσῃ, ᾗ φησι καὶ ἡ θεία γραφή· «Ἐπληρώθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον.» 45.3 Εἴτε γάρ τις ἀναβλέπειν εἰς τὸν οὐρανὸν βούλεται, ὁρᾷ τὴν τούτου διακόσμησιν· εἴτε οὐ δύναται μὲν εἰς τὸν οὐρανόν, εἰς ἀνθρώπους δὲ μόνον ἀνακύπτει, ὁρᾷ διὰ τῶν ἔργων τὴν ἀσύγκριτον αὐτοῦ πρὸς ἀνθρώπους δύναμιν, καὶ γινώσκει τοῦτον ἐν ἀνθρώποις μόνον Θεὸν Λόγον. Εἴτε ἐν δαίμοσί τις ἀπεστράη, καὶ περὶ τούτου ἐπτόηται, ὁρᾷ τοῦτον ἐλαύνοντα τούτους, καὶ κρίνει τοῦτον αὐτῶν εἶναι δεσπότην· εἴτε εἰς τὴν ὑδάτων βεβύθισται φύσιν, καὶ νομίζει ταῦτα Θεὸν εἶναι, ὥσπερ Αἰγύπτιοι σέβουσι τὸ ὕδωρ, ὁρᾷ ταύτην μεταβαλλομένην ὑπ' αὐτοῦ, καὶ γινώσκει τούτων εἶναι κτίστην τὸν Κύριον. 45.4 Εἰ δὲ καὶ εἰς ᾅδην τις κατέβη, καὶ πρὸς τοὺς ἐκεῖ κατελ θόντας ἥρωας ἐπτόηται ὡς θεούς, ἀλλ' ὁρᾷ τὴν τούτου γενομένην ἀνάστασιν, καὶ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ λογίζεται καὶ ἐν ἐκείνοις μόνον εἶναι τὸν Χριστὸν ἀληθινὸν Κύριον καὶ Θεόν. 45.5 Πάντων γὰρ τῶν τῆς κτίσεως μερῶν ἥψατο ὁ Κύριος, καὶ τὰ πάντα πάσης ἀπάτης ἠλευθέρωσε καὶ ἤλεγξεν, ὡς Παῦλός φησιν· «Ἀπεκδυσά μενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν ἐν τῷ σταυρῷ», ἵνα μηκέτι τις ἀπατηθῆναι δυνηθῇ, ἀλλὰ πανταχοῦ τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον εὕρῃ. 45.6 Οὕτω γὰρ λοιπὸν πανταχόθεν συγκλειόμενος ὁ ἄνθρωπος καὶ πανταχοῦ, τοῦτ' ἔστιν ἐν οὐρανῷ, ἐν ᾅδῃ, ἐν ἀνθρώπῳ, ἐπὶ γῆς ἡπλωμένην τὴν τοῦ Λόγου θειότητα βλέπων, οὐκ ἔτι μὲν ἀπατᾶται περὶ Θεοῦ, μόνον δὲ τοῦτον προσκυνεῖ, καὶ δι' αὐτοῦ καλῶς τὸν Πατέρα γινώσκει. 45.7 Τούτοις μὲν οὖν καὶ Ἕλληνες εἰκότως δυσωπηθήσονται παρ' ἡμῶν ἐκ τῶν εὐλόγων· εἰ δὲ μὴ αὐτάρκεις εἶναι τοὺς λόγους ἡγοῦνται πρὸς αἰσχύνην αὐτῶν, κἂν ἐκ τῶν ἐπ' ὄψεσι πάντων φαινομένων πιστούσθωσαν τὰ λεγόμενα.
46.1 Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ' οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Θεὸς Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ' Ἕλλησι καὶ πανταχοῦ μαντεῖα πέπαυται καὶ κεκένωται, εἰ μὴ ὅτε μέχρι γῆς πεφανέρωκεν ἑαυτὸν ὁ Σωτήρ; 46.2 Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὡς μόνον ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ' οὗ ὁ Κύριος τὸ κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο, καὶ ὅπερ ἔλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν; 46.3 Πότε δὲ ἡ δαιμόνων ἀπάτη καὶ μανία κατεφρονήθη, εἰ μὴ ὅτε ἡ τοῦ Θεοῦ ∆ύναμις ὁ Λόγος, ὁ πάντων καὶ τούτων ∆εσπότης, διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν συγκαταβάς, ἐπὶ γῆς ἐφάνη; Πότε δὲ