28
σταυρὸν αὐτὸν ἀναβιβάσαντες. 14.13 Ὁρᾷς ὅτι οἱ μὲν ἀγνώμονες καὶ ἠμελημένοι, οὐδὲ ἀπὸ τῶν ὠφελούντων κερδαίνουσιν· οἱ δὲ εὐγνώμονες καὶ νήφοντες ἀφ' ὧν ἕτεροι σκανδαλίζονται, ἀπὸ τούτων τὰ μέγιστα ὠφελοῦνται; Τοῦτο καὶ ἐπὶ τοῦ Ἰούδα καὶ ἐπὶ τοῦ Ἰὼβ ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ Ἰούδας οὐδὲ ἀπὸ τοῦ Χριστοῦ τοῦ τὴν οἰκουμένην διορθώσαντος ἐσώθη· ὁ δὲ Ἰὼβ οὐδὲ ἀπὸ τοῦ διαβόλου τοῦ τοσούτους ἀπολέσαντος ἐβλάβη. 14.14 Ἀλλ' ὁ μὲν μυρία πάσχων κακὰ ἐστεφανοῦτο· ἐκεῖνος δὲ, ὁ σημεῖα θεασάμενος καὶ αὐτὸς ποιήσας, ὁ νεκροὺς ἐγείρας καὶ δαίμονας ἐλάσας-καὶ γὰρ καὶ αὐτὸς ταύτην εἴληφε τὴν ἐξουσίαν, -ὁ μυρία περὶ βασιλείας καὶ γεέννης ἀκούσας, ὁ τραπέζης κοινωνήσας μυστικῆς, ὁ δείπνου μετασχὼν φρικωδεστάτου καὶ τοσαύτης ἀπολαύσας εὐνοίας καὶ προνοίας, ὅσης Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, μᾶλλον δὲ καὶ πολλῷ πλείονος· 14.15 μετὰ γὰρ τῆς ἄλλης ἐπιμελείας καὶ τῆς συγκαταβάσεως, ἧς μετέσχε πολλῆς καὶ τὰ χρήματα τῶν πενήτων ἐγχειρισθεὶς ἦν· τότε οὗτος μετὰ τοσαῦτα ἐξεβακχεύθη καὶ τὸν Σατανᾶν ὑποδεξάμενος διὰ τῆς φιλαργυρίας, εἰς τὴν ἑαυτοῦ διάνοιαν ἐγένετο προδότης καὶ τὸ κεφάλαιον εἰργάσατο τῶν κακῶν, αἷμα τοιοῦτον πωλήσας τριάκοντα ἀργυρίων καὶ φιλήματι δολίῳ προδοὺς τὸν ∆εσπότην. 14.16 Πόσους οἴει καὶ ἐν τούτῳ σκανδαλισθῆναι, τῷ παρὰ τοῦ μαθητοῦ γενέσθαι τὴν προδοσίαν; Τί δαὶ ὁ τῆς ἐρήμου πολίτης, ὁ τῆς στείρας καρπός, ὁ τοῦ Ζαχαρίου παῖς, ὁ τὴν ἁγίαν ἐκείνην καὶ φρικώδη καταξιωθεὶς βαπτίσαι κεφαλὴν καὶ γενέσθαι πρόδρομος τοῦ οἰκείου ∆εσπότου, ὅτε δεσμωτήριον ᾤκει, ὅτε ἀπετέμνετο καὶ πορνικῆς ὀρχήσεως σφαγὴ μισθὸς ἐγίνετο, πόσους οἴει σκανδαλίζεσθαι τότε; 14.17 Καὶ τί λέγω τότε; Πόσοι νῦν μετὰ χρόνον τοσοῦτον ταῦτα ἀκούοντες σκανδαλίζονται; Καὶ τί λέγω τὸν Ἰωάννην καὶ τὸ δεσμωτήριον καὶ τὴν σφαγὴν ἐκείνην καὶ περὶ τοὺς οἰκέτας ἀναστρέφομαι, δέον πάλιν ἐπὶ τὸν ∆εσπότην καταφυγεῖν;
15.t Κεφ. ιεʹ. Ὅτι οἱ ἀνόητοι καὶ ἀπὸ τοῦ κεφαλαίου τῶν ἀγαθῶν τοῦ σταυροῦ λέγω δι' οὗ ἡ οἰκουμένη ἐσώθη ἐσκανδαλίσθησαν
15.1 Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ, ὁ τὴν οἰκουμένην ὀρθώσας, ὁ τὴν πλάνην
λύσας, ὁ τὴν γῆν ποιήσας οὐρανόν, ὁ τοῦ θανάτου τὰ νεῦρα ἐκκόψας, ὁ τὸν ᾅδην ἄχρηστον ἐργασάμενος, ὁ τοῦ διαβόλου τὴν ἀκρόπολιν καταλύσας, ὁ τοὺς δαίμονας ἐπιστομίσας, ὁ τοὺς ἀνθρώπους ἀγγέλους ποιήσας, ὁ βωμοὺς καταλύσας καὶ ναοὺς ἀνατρέψας, ὁ τὴν καινὴν ταύτην καὶ ξένην φιλοσοφίαν εἰς τὴν γῆν καταφυτεύσας, ὁ μυρία ἐργασάμενος ἀγαθά, τὰ φρικώδη ταῦτα καὶ μεγάλα καὶ ὑψηλά, οὐχὶ σκάνδαλον πολλοῖς γέγονεν; 15.2 Οὐχὶ Παῦλος βοᾷ καθ' ἑκάστην ἡμέραν λέγων, καὶ οὐκ αἰσχύνεται; «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν;» Τί οὖν, εἰπέ μοι; οὐκ ἐχρῆν γενέσθαι τὸν σταυρόν, οὐδὲ τὴν φρικώδη ἐκείνην ἀνενεχθῆναι θυσίαν, οὐδὲ τοσαῦτα τελεσθῆναι κατορθώματα, ἐπειδὴ σκάνδαλον ἐγένετο τοῖς ἀπολλυμένοις τὸ πρᾶγμα καὶ τότε καὶ μετὰ ταῦτα καὶ παρὰ πάντα τὸν χρόνον; 15.3 Καὶ τίς οὕτω μαινόμενος, τίς οὕτως ἐξεστηκὼς ὡς τοῦτο εἰπεῖν; Ὥσπερ οὖν ἐνταῦθα οὐ τοὺς σκανδαλιζομένους δεῖ λογίζεσθαι, καίτοι τοσούτους ὄντας, ἀλλὰ τοὺς σωθέντας, τοὺς κατορθώσαντας, τοὺς ἀπολαύσαντας τῆς τοσαύτης σοφίας· καὶ οὐ χρὴ λέγειν «Τί δὲ πρὸς τοὺς σκανδαλισθέντας;» ἑαυτοῖς γὰρ ἂν εἶεν ἐκεῖνοι δίκαιοι λογίζεσθαι· οὕτω δὴ οὐδὲ νῦν. 15.4 Τὸ γὰρ σκάνδαλον οὐ παρὰ τὴν φύσιν τοῦ σταυροῦ γέγονεν, ἀλλὰ παρὰ τὴν ἄνοιαν τῶν σκανδαλιζομένων· διὸ καὶ ἐπάγει ὁ Παῦλος· «Αὐτοῖς δὲ τοῖς κλητοῖς,