29
εὗρον κατὰ ἄνθρωπον σωτηρίας ἐλπίδα· ἡ δὲ ἦν τῇ βασιλίδι προσελθεῖν, ὁπηνίκα αἰτίαν τινὰ εὐπρόσωπον πρὸς τοῦτο σχοῖεν, καὶ τὸ ἀπόρρητον ἐξειπεῖν. Εἶχον δὲ ὅμως ὑποβρύχιον τὴν βουλὴν καὶ οὐδενὶ τὸ παράπαν τὸ σκοπού μενον ἐξεκάλυπτον. Προσεῖχον δὲ καθάπερ οἱ θαλάττιοι μὴ τὸ θήραμα προσοβήσωσιν. Ἀποδρᾶναι μὲν γὰρ ἐμελέτων, ἐπεφόβηντο δὲ ἄρα τοῦτο πρὸς τὴν βασιλίδα εἰπεῖν, μή πως ἐκείνη φθάσῃ τῷ βασιλεῖ παραδηλῶσαι τὰ κατ' αὐτοὺς καὶ ἀμφοτέρων κηδομένη καὶ τοῦ βασιλέως καὶ τῶν ἀνδρῶν. Τούτου τοίνυν κατεγνωκότες τοῦ σκέμματος ἄλλοσε τρέ πουσι τὴν βουλήν· δεινοὶ γὰρ τοῖς παραπεπτωκόσι καιροῖς ἀποχρήσασθαι.
2.2.1 Ἐπεὶ γὰρ ὁ βασιλεὺς τεκνογονεῖν διὰ τὸ γῆρας οὐκ ἐπεφύκει, δεδιὼς δὲ καὶ τὸ ἄφυκτον τῆς τοῦ θανάτου τομῆς περὶ τοῦ διαδεξομένου διεσκοπεῖτο. Ἦν δὲ τηνι καῦτα Συναδηνός τις ἐξ ἀνατολῶν ὁρμώμενος, ἐκ γένους λαμπροῦ, τὸ εἶδος ὡραῖος, τὴν φρένα βαθύς, ῥωμαλέος τὴν χεῖρα, τὴν ἡλικίαν ἐς μειράκιον παραγγέλλων καὶ ἄλλως δὲ προσήκων αὐτῷ κατὰ γένος. Τῶν ἄλλων μᾶλλον ἐσκέπτετο διάδοχον αὐτὸν τῆς βασιλείας καταλιπεῖν, καθάπερ τινὰ πάτριον κλῆρον τὸ κράτος αὐτῷ διδούς, κακῶς βουλευό μενος. Ἐξὸν γὰρ αὐτῷ τὸ ἀσφαλὲς μέχρι τέλους περι ποιήσασθαι, ἅμα δὲ καὶ δίκαιόν τι σκοπεῖν τὴν αὐτοκρά τορος ἐξουσίαν τῷ τῆς βασιλίδος υἱῷ Κωνσταντίνῳ καταλιπεῖν καὶ ὡς οἷόν τινα κλῆρον πρὸς πάππου καὶ πατρὸς αὐτῷ διαφέρουσαν, καὶ τὴν βασιλίδα μᾶλλον διὰ τοῦτο ἐπ' αὐτῷ θαρρεῖν καὶ τὸ εὔνουν ἐπαύξειν. Λέληθεν ἑαυτὸν ὁ γηραλέος ἄδικά τε καὶ ἀξύμφορα διασκοπούμενος καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τεκταίνων κακά. 2.2.2 Τούτων ὑποψιθυριζομένων ᾔσθετο ἡ βασιλὶς καὶ περίλυπος ἦν τὸν τοῦ παιδὸς κίνδυνον ὑφορωμένη. Καὶ ἦν ἀθυμοῦσα μέν, οὐδενὶ δὲ τὴν λύπην ἐξορχουμένη. Τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθεν. Εὐκαιρίαν οὖν, ἣν ἐζήτουν, εὑρηκότες τῇ βασιλίδι προσελθεῖν ἐβουλεύσαντο. Τῆς δὲ πρὸς αὐτὴν ὁμιλίας τὴν καταρχὴν ἡ μήτηρ τῷ Ἰσαακίῳ ἐπέτρεψε συμ παρόντος αὐτῷ τἀδελφοῦ Ἀλεξίου. Τῶν δὲ προσελθόντων τῇ βασιλίδι ὁ Ἰσαάκιός φησι πρὸς αὐτήν «οὐχ ὡς χθὲς καὶ πρότριτα ὁρῶμέν σε, δέσποινα, ἔχουσαν, ἀλλ' ὡς ὑπὸ λογισμῶν ἀνεκφόρων δακνομένην καὶ σκεπτομένην, ὡς μὴ θαρρεῖν ἔχουσαν, πρὸς ὃν ἂν ἐκκαλύψειας τὸ ἀπόρρητον». Ἡ δὲ τέως μὲν ἐκφαίνειν οὐκ ἤθελε, βύθιον δέ τι στενά ξασα «οὐ χρή» φησι «τοὺς ἀλλοτρίαν οἰκοῦντας ἐπε ρωτᾶν· αὐτὸ γὰρ τοῦτο ἐς λύπην αὐτοῖς ἀξιόχρεων. Ἐμὲ δέ, φεῦ, οἷα ἐξ οἵων διεδέξατο καὶ ὁποῖά μοι, ὡς ἔοικε, μετ' οὐ πολὺ ταμιεύεται». Οἱ δὲ ἀποστάντες πλείω μὲν ῥήματα οὐ προσέθεντο· ἐς γῆν δὲ τοὺς ὀφθαλμοὺς ἐπερεί σαντες καὶ περιστείλαντες ἄμφω τὼ χεῖρε σύννους πρὸς μικρὸν εἱστήκεσαν. Εἶτα τὴν συνήθη προσκύνησιν ποιησά μενοι οἴκαδε ἀπῄεσαν ἀγωνιῶντες. 2.2.3 Τῇ δ' ὑστεραίᾳ πάλιν προσερησόμενοι ἥκουσιν· ἱλαρώτερον δὲ ἢ πρῴην τούτοις ἀτενίζουσαν ὁρῶντες προσίασιν ἄμφω καί φασι «σὺ μὲν δεσπότις, ἡμεῖς δὲ δοῦλοι εὐνούστατοι, πᾶν ὁτιοῦν ἑτοίμως ἔχοντες ὑπὲρ τῆς σῆς βασιλείας παθεῖν. Καὶ μή σε λογισμός τις διαταραττέτω εἰς διψυχίαν ὅλως εἰσάγων». Ἐκ τούτων οὖν τῶν λόγων τὰ πιστὰ δεδωκότες τῇ βασιλίδι καὶ ἀπαλλάξαντες ἑαυτοὺς ὑποψίας ἁπάσης τὸ ἀπόρρητον ἤδη συνῄεσαν ὀξεῖς τε ὄντες καὶ ἀγχίνοι καὶ δεινοὶ θηρᾶσαι ἀνθρώπων ἐξ ὀλίγων ῥημάτων βαθέως ἐγκει μένην γνώμην καὶ τέως ἀπόρρητον. Καὶ αὐτίκα μάλα προσετίθεντό τε τῇ βασιλίδι καὶ ἐκ πολλῶν εὔνους αὐτοὺς φανερῶς καταστήσαντες καὶ πᾶν εἰς ὅπερ ἂν αὐτοὺς προσκαλοῖτο, ἐκθύμως ἐπαμύνειν κατεπηγγείλαντο. Συγ χαίρειν τε χαιρούσῃ καὶ λυπουμένῃ συνανιᾶσθαι, τοῦτο δὴ τὸ ἀποστολικόν, μάλα προθύμως συνέθεντο. Καὶ ὡς αὐθι γενεῖς ἠξίουν τούτους λογίζεσθαι καὶ συνήθεις κἀκεῖθεν ὁρμωμένους ὅθεν καὶ αὐτή, τοσοῦτον ἐπειπόντες, ὡς εἴ τι παρὰ τῶν φθονούντων αὐτῇ τε τῇ δεσποίνῃ καὶ τῷ αὐτο κράτορι κατ' αὐτῶν εἰσηγηθείη, τοῦτο