1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

29

ὑπερκειμένην φύσιν, ἑτέρας δὲ τοῦ ἀνακραθῆναι πρὸς αὐτὸν διὰ τῆς κατὰ τὴν ζωὴν καθαρότητος· τὸ μὲν πρότερον τῆς κατα νοήσεως εἶδος ἀμήχανον εἶναι ἡ τῶν ἁγίων φωνὴ δι ορίζεται· τὸ δὲ δεύτερον ὑπισχνεῖται τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς παρούσης διδασκαλίας ὁ Κύριος εἰπὼν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τὸ δὲ ὅπως ἔστι καθαρὸν γενέσθαι, διὰ πάσης σχε δὸν τῆς εὐαγγελικῆς διδασκαλίας ἔξεστί σοι τὸ τοι οῦτον μαθεῖν. Τοῖς γὰρ ἐφεξῆς ἐπιδραμὼν παραγγέλ μασι, σαφὲς εὑρήσεις τὸ τῆς καρδίας καθάρσιον. Εἰς δύο γὰρ διελὼν τὴν κακίαν, τήν τε διὰ τῶν ἔργων, καὶ τὴν ἐν νοήμασι συνισταμένην, πρότερον μὲν διὰ τοῦ ἀρχαίου νόμου, τὴν διὰ τῶν ἔργων φανερουμένην ἀδικίαν ἐκόλασεν, νυνὶ δὲ περὶ τὸ ἕτερον τῆς ἁμαρ τίας εἶδος βλέπειν τὸν νόμον ἐποίησεν, οὐ τὸ ἔργον τὸ πονηρὸν τιμωρούμενος, ἀλλ' ὅπως ἂν μηδὲ τὴν ἀρχὴν γένοιτο προμηθούμενος. Τὸ γὰρ τῆς προαιρέσεως ἐξελεῖν τὴν κακίαν, ἐκ πολλοῦ τοῦ περιόντος ἐστὶν ἀλλότριον τῶν πονηρῶν ἔργων τὸν βίον ἐργάσασθαι. Πολυμεροῦς δὲ καὶ πολυειδοῦς τῆς κακίας οὔσης, ἑκάστῳ τῶν ἀπηγορουμένων ἰδίαν τὴν διὰ τῶν παρ αγγελμάτων θεραπείαν ἀντέθηκεν. Καὶ ἐπειδὴ πρό χειρον ὡς ἐπὶ πολὺ παρὰ πάντα τὸν βίον τὸ κατὰ τὴν ὀργήν ἐστιν ἀῤῥώστημα, ἐκ τοῦ μᾶλλον ἐπικρα τοῦντος τῆς θεραπείας ἄρχεται, τὸ ἀόργητον ἐν πρώ τοις νομοθετήσας. Ἐδιδάχθης, φησὶ, παρὰ τοῦ ἀρχαιο 44.1276 τέρου νόμου, τὸ Μὴ φονεῦσαι, νῦν μάθε τὸ χωρίσαι τῆς ψυχῆς τὴν κατὰ τῶν ὁμοφύλων ὀργήν. Οὐ γὰρ καθόλου τὴν ὀργὴν ἀπεῖπεν· ἔστι γὰρ καὶ ἐπὶ καλῷ ποτε τῇ τοιαύτῃ τῆς ψυχῆς χρήσασθαι ὁρμῇ, ἀλλὰ τὸ πρὸς τὸν ἀδελφὸν ὀργιστικῶς ποτε σχεῖν ἐπὶ μηδενὶ ἀγαθῷ, τοῦτο ἡ παραγγελία κατέσβεσεν. Πᾶς γὰρ ὁ ὀργιζόμενος τῷ ἀδελφῷ ἐκ τοῦ εἰκῆ. Ἡ γὰρ προσθήκη τοῦ εἰκῆ, δείκνυσι τὸ εὔκαιρον πολλάκις τῆς τοῦ θυμοῦ χρήσεως, ὅταν ἐπὶ κολάσει τῆς ἁμαρ τίας ζέσῃ τὸ πάθος. Τοῦτο τὸ εἶδος τῆς ὀργῆς τῷ Φηνεὲς ὁ τῆς Γραφῆς λόγος προεμαρτύρησεν, ὅτε τῇ σφαγῇ τῶν παρανομούντων τὴν κατὰ τοῦ λαοῦ κινη θεῖσαν ἀπειλὴν τοῦ Θεοῦ ἱλεώσατο. Πάλιν μεταβαίνει τῇ θεραπείᾳ πρὸς τὰ διὰ τῆς ἡδονῆς πλημμελούμενα, καὶ τῆς μοιχείας τὴν ἄτοπον ἐπιθυμίαν ἐξαιρεῖ τῆς καρδίας διὰ τοῦ παραγγέλματος. Οὕτω καὶ τὰ καθ' ἕκαστον πάντα εὑρήσεις, ἐν τοῖς ἐφεξῆς διορθοῦντα τὸν Κύριον, πρὸς ἕκαστον τῶν τῆς κακίας εἰδῶν ταῖς νομοθεσίαις ἱστάμενον. Κωλύει τὸ ἄρχειν ἀδίκων χειρῶν, διὰ τὸ μηδὲ ἀμύνεσθαι συγχωρῆσαι. Ὑπερ ορίζει τὸ κατὰ πλεονεξίαν πάθος, διὰ τοῦ πρὸς τὸ ἀποδύνεσθαι τῷ ἀφελομένῳ, καὶ τὸ ὑπολειφθὲν προσ τάξαι. Θεραπεύει τὴν δειλίαν, καταφρονητικῶς πρὸς τὸν θάνατον ἔχειν ἐκκελευόμενος, Καὶ ὅλως δι' ἑκά στου τῶν παραγγελμάτων, εὑρήσεις ἀρότρου δίκην τὸν ἀροτριακὸν λόγον, τὰς πονηρὰς τῶν ἁμαρτιῶν ῥίζας ἐκ τοῦ βάθους τῆς καρδίας ἡμῶν ἀνορύσσοντα, δι' ὧν ἔστι τῆς ἀκανθώδους καθαρθῆναι καρποφορίας. Οὐκοῦν δι' ἀμφοτέρων εὐεργετεῖται τὴν φύσιν, οἷς τε τὸ ἀγαθὸν ἐπαγγέλλεται, οἷς τε τὴν πρὸς τὸ προκεί μενον διδασκαλίαν ἡμῖν ὑποτίθεται. Εἰ δὲ ἐπίπονος τῶν ἀγαθῶν σπουδή σοι νομίζεται, σύγκρινον τῷ ἐναντίῳ βίῳ καὶ εὑρήσεις ὅσον ἐπιπονωτέρα ἐστὶν ἡ κακία, εἰ μὴ πρὸς τὸ παρὸν, ἀλλὰ πρὸς τὸ μετὰ ταῦτα βλέ ποις. Ὁ γὰρ γεέννας ἀκούσας, οὐκέτι πόνῳ τινὶ καὶ σπουδῇ τῶν κατὰ τὴν ἁμαρτίαν ἡδονῶν χωρισθήσε· ἀλλ' ἀρκέσει μόνος ὁ φόβος τοῖς λογισμοῖς ἐγ γενόμενος, ἐξορίσαι τὰ πάθη. Μᾶλλον δὲ καλῶς ἔχει τῷ σιωπωμένῳ συνυπακουόμενον κατανοήσαντας, σφο δροτέραν ἐντεῦθεν τὴν ἐπιθυμίαν λαβεῖν. Εἰ γὰρ μα κάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ἐλεεινοὶ πάντως οἱ κατ εῤῥυπωμένοι τὸν νοῦν· ὅτι πρὸς τὸ τοῦ ἀντικειμένου πρόσωπον βλέπουσιν. Καὶ εἰ αὐτὸς ὁ θεῖος χαρακτὴρ τῷ κατ' ἀρετὴν ἐντυποῦται βίῳ, δῆλον ὅτι ἡ κατὰ κακίαν ζωὴ μορφὴ καὶ πρόσωπον τοῦ ἀντικειμένου γίνεται. Ἀλλὰ μὴν εἰ κατὰ διαφόρους ἐπινοίας ὁ Θεὸς ἑκάστῳ τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων ἐπονομάζεται, φῶς, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ ὅσα τοῦ τοιούτου γένους ἐστίν· πάντως ἐκ τοῦ ἀντιστρόφου, τὸ ἑκάστου τούτων ἀντικείμενον, τῷ τῆς κακίας εὑρέτῃ ὀνομασθήσεται, σκότος καὶ