1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

29

Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν». Ἐπεὶ καὶ ὁ ἥλιος βλάπτει τοὺς ἀσθενεῖς τῶν ὀφθαλμῶν, τί οὖν; οὐκ ἔδει γενέσθαι τὸν ἥλιον; Καὶ τὸ μέλι πικρὸν τοῖς νοσοῦσι φαίνεται, τί οὖν; ἀφανισθῆναι ἔδει τοῦτο ἐκ τοῦ μέσου; Αὐτοὶ δὲ οἱ ἀπόστολοι, οὐχὶ τοῖς μὲν ὀσμὴ θανάτου εἰς θάνατον ἦσαν, τοῖς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν; ∆ιὰ τοὺς ἀπολλυμένους οὖν οὐκ ἔδει τοὺς ζῶντας ἀπολαῦσαι τῆς τοσαύτης κηδεμονίας; 15.5 Αὕτη δὲ ἡ παρουσία τοῦ Χριστοῦ, ἡ σωτηρία ἡ ἡμετέρα, ἡ πηγὴ τῶν ἀγαθῶν, ἡ ζωή, τὰ μυρία καλά, πόσους ἐβάρησε, πόσους ἀπολογίας ἀπεστέρησε καὶ συγγνώμης; Οὐκ ἀκούεις τί φησι περὶ τῶν Ἰουδαίων ὁ Χριστός; «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.» 15.6 Τί οὖν; ἐπειδὴ ἀναπολόγητα αὐτοῖς γέγονε μετὰ τὴν παρουσίαν τὰ ἁμαρτήματα, οὐκ ἔδει αὐτὸν παραγενέσθαι δι' ἐκείνους τοὺς κακῶς τῷ καλῷ χρησαμένους; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐδεὶς οὐδὲ τῶν σφόδρα ἐξεστηκότων. Τί δαί, ἀπὸ τῶν Γραφῶν, εἰπέ μοι, πόσοι ἐσκανδαλίσθη σαν; πόσαι αἱρέσεις ἐντεῦθεν ἔτεκον ἑαυταῖς προφάσεις; Ἐξαλειφθῆναι οὖν ἔδει τὰς Γραφὰς διὰ τοὺς σκανδαλισθέντας ἢ μηδὲ τὴν ἀρχὴν δοθῆναι; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα δοθῆναι διὰ τοὺς μέλλοντας καρποῦσθαι τὴν ἀπ' αὐτῶν ὠφέλειαν. 15.7 Ἐκεῖνοι μὲν γάρ- πάλιν οὐ παύσομαι τὰ αὐτὰ λέγων-ἑαυτοῖς λογιζέσθωσαν τὰ σκάνδαλα· οἱ δὲ μέλλοντες ἐξ αὐτῶν τὰ μέγιστα ὠφελεῖσθαι, οὐ τὴν τυχοῦσαν ὑπέμειναν ἂν ζημίαν, εἰ διὰ τὴν ἑτέρων ἀγνωμοσύνην καὶ ῥᾳθυμίαν αὐτοὶ μέλλοντες κερδαίνειν τῷ λαβεῖν αὐτάς, ἀπεστερήθησαν τῆς τοιαύτης ὠφελείας. Μὴ τοίνυν μοι λέγε τοὺς ἀπολλυμένους· ὅπερ γὰρ καὶ ἐν τῷ ἔμπροσθεν εἶπον λόγῳ, οὐδεὶς τῶν ἑαυτοὺς μὴ ἀδικούντων παρ' ἑτέρων ἀδικεῖταί ποτε, κἂν εἰς αὐτὸ τὸ ζῆν κινδυνεύῃ.

16.t Κεφ. ιςʹ. Ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεῖς παραβλάψαι δύναται ἕτερος

16.1 Τί γὰρ ὁ Ἄβελ ἐβλάβη, εἰπέ μοι, ὑπὸ ἀδελφικῆς κατενεχθεὶς δεξιᾶς καὶ

ἄωρον καὶ βίαιον ὑπομείνας θάνατον; ἀλλ' οὐχὶ μᾶλλον ἐκέρδανε, λαμπρότερον ἀναδησάμενος στέφανον; Τί δὲ ὁ Ἰακώβ, ὁ τοσαῦτα παθὼν παρὰ τοῦ ἀδελφοῦ καὶ ἄπολις καὶ φυγὰς καὶ μετανάστης καὶ δοῦλος γενόμενος καὶ εἰς ἔσχατον λιμὸν κατενεχθείς; 16.2 Τί δαὶ ὁ Ἰωσήφ, ὁμοίως καὶ αὐτὸς ἄπολις, ἄοικος καὶ αἰχμάλωτος καὶ δοῦλος καὶ δεσμώτης γεγονὼς καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσας καὶ ἐν τῇ οἰκείᾳ καὶ ἐν τῇ ἀλλοτρίᾳ καὶ τοιαύτας ὑπομείνας διαβολάς; Τί δαὶ ὁ Μωυσῆς ὑπὸ τοσούτου δήμου μυριάκις καταλευσθεὶς καὶ παρὰ τῶν εὐεργετηθέντων ἐπιβουλευθείς; Τί δαὶ οἱ προφῆται πάντες τοσαῦτα παρὰ τῶν Ἰουδαίων παθόντες κακά; Τί δαὶ ὁ Ἰώβ, ὑπὸ τοῦ διαβόλου μυρίαις μηχαναῖς πολεμηθείς; 16.3 Τί δαὶ οἱ παῖδες οἱ τρεῖς; Τί δαὶ ὁ ∆ανιήλ, περὶ ζωῆς, περὶ ἐλευθερίας, περὶ τῶν ἐσχάτων κινδυνεύσας αὐτῶν; Τί δαὶ ὁ Ἠλίας ἐσχάτῃ πενίᾳ συζῶν, ἐλαυνόμενος, δραπετεύων, τὰς ἐρήμους οἰκῶν, φυγὰς ἀεὶ καὶ μετανάστης γινόμενος; Τί δαὶ ὁ ∆αυΐδ, τοσαῦτα μὲν παρὰ τοῦ Σαούλ, τοσαῦτα δὲ ὕστερον παρὰ τοῦ ἰδίου παιδὸς παθών; οὐχὶ μᾶλλον διέλαμψε, τὰ ἔσχατα πάσχων κακά, ἢ ὅτε εὐημερίας ἀπήλαυε; 16.4 Τί δαὶ ὁ Ἰωάννης ἀποτμηθείς; Τί δαὶ οἱ ἀπόστολοι, οἱ μὲν ἀποτμηθέντες, οἱ δὲ ἑτέραις τιμωρίαις παραδοθέντες; Τί δαὶ οἱ μάρτυρες, οἱ δειναῖς βασάνοις τὴν ψυχὴν ἀπορρήξαντες;