1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

30

αὐτοὺς μὴ διαλαν θάνοι τὸ παραυτίκα, ἵνα μὴ λάθωσι ταῖς πάγαις τῶν ἐχθρῶν ἐμπεσούμενοι. Τοῦτό τε ἠξίουν καὶ θαρρεῖν ἐκέ λευον, ὡς σὺν Θεῷ γε φάναι τὴν δυνατὴν μετὰ προθυμίας εἰσενεγκεῖν βοήθειαν, ὡς ἑαυτῶν γε ἕνεκα μὴ ἐκπεπτωκέναι τῆς βασιλείας τὸν ταύτης υἱὸν Κωνσταντῖνον. Καὶ δὴ καὶ δι' ὅρκων ἐμπεδοῦν ἤθελον τὰ συνδόξαντα· οὐδὲ γὰρ ἐνῆν διατρίβειν διὰ τοὺς ἐποφθαλμιῶντας. 2.2.4 Τῆς τε πολλῆς ἀνεκουφίσθησαν λύπης οἱ ἄνδρες καὶ ἐξανέφερον καὶ τὸ ἀπὸ τοῦδε μεθ' ἱλαρωτέρου προσώπου τῷ βασιλεῖ διελέ γοντο, ὁποδαποὶ ἐκεῖνοι καὶ μᾶλλον ἅτερος τούτων Ἀλέξιος συσκιάσαι ἀπόρρητον ἔννοιαν καὶ βυσσοδομευομένην ἐπι βουλὴν τοῖς φαινομένοις προσχήμασιν. Ἐπεὶ δὲ ὁ φθόνος μᾶλλον εἰς πυρσὸν ἀνήπτετο μέγιστον καὶ οὐδὲν τοῦ λοιποῦ τῶν πρὸς τὸν βασιλέα κατ' αὐτῶν λεγομένων αὐτοὺς διελάν θανε κατὰ τὰ πρῴην συνδόξαντα, ἐγίνωσκον δὲ καὶ τοὺς δύο παραδυναστεύοντας δούλους βουλευομένους ἐκποδὼν τούτους ποιήσασθαι, οὐκέτι κατὰ τὸ σύνηθες ὁμοῦ τοῖς βασιλείοις ἐφοίτων, ἀλλ' ἑτερήμερος ἦν ἑκάτερος. Τὸ δὲ σκέμμα σοφόν τε καὶ Παλαμήδειον, ἵν' εἰ γένοιτο τὸν ἕτερον τούτων κατασχεθῆναι διὰ τὰς λαθραίας ἐπιβουλὰς τῶν παραδυναστευόντων ἐκείνων Σκυθῶν, ἅτερος ἀπο δράσειε, καὶ μὴ ἅμα καὶ ἄμφω ταῖς πάγαις τῶν βαρβάρων ἐμπεσοῦνται. Ἀλλὰ τὸ μὲν σκέμμα τοιοῦτον ἦν· οὐ μὴν κατὰ τὴν ὑποψίαν ἐκείνων ἀπηντήκει τούτοις τὰ πράγματα. Ἔφθασαν γὰρ κρείττους γενέσθαι τῶν ἐπιβουλευόντων ἀνδρῶν, ὡς ἔνθεν ὁ λόγος ἀφορμηθεὶς διὰ πάσης σαφηνείας δηλώσειε. 2.3.1 Τῆς πόλεως τοίνυν Κυζίκου κατασχεθείσης παρὰ τῶν Τούρκων, πυθόμενος τὴν τῆς πόλεως ἅλωσιν ὁ αὐτο κράτωρ τὸν Κομνηνὸν αὐτίκα μετεκαλεῖτο Ἀλέξιον. Ἔτυχε γὰρ κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Ἰσαάκιος ἐληλυθώς. Ὡς δὲ εἰσερχόμενον τοῦτον παρὰ τὴν συνθήκην ὁ ἀδελφὸς Ἰσαάκιος ἐθεάσατο, προσελθὼν ἠρώτα ὅτου χάριν παρε γένετο. Ὁ δ' εὐθὺς τὴν αἰτίαν εἰρήκει, «ὅτι μέ» φησιν «ὁ αὐτοκράτωρ προσεκαλέσατο». Εἰσελθόντων οὖν ἄμφω καὶ τὴν συνήθη προσκύνησιν ποιησαμένων, ἐπεὶ ἀρίστου καιρὸς ἤδη παρῆν, προσμεῖναι μικρὸν παρακελευσάμενος προστάττει κοινῆς αὐτῷ τραπέζης μετειληχέναι. Καὶ δὴ διαιρεθέντες ὁ μὲν περὶ τὸ δεξιὸν καθῆστο τῆς τραπέζης, ὁ δὲ περὶ τὸ εὐώνυμον, ἀντικρὺ ἀλλήλων. Μετ' ὀλίγον δὲ τοῖς περιεστῶσιν ἐνατενίσαντες μετὰ σκυθρωπότητος ψιθυ ρίζοντας ἑώρων. ∆είσαντες οὖν μή τι κατ' αὐτῶν ὀξὺ μελετῶσιν οἱ δοῦλοι καὶ ὑπόγυος αὐτοῖς ὁ κίνδυνος εἴη, λαθριδίοις βλέμμασι ἀλλήλοις ἐνητένιζον μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν. 2.3.2 Ἐπεὶ δὲ πρὸ πολλοῦ τοὺς περὶ τὸν βασιλέα ἅπαντας μειλιχίοις λόγοις προπομπαῖς τε καὶ παν τοίαις δεξιώσεσιν ἐσφετερίζοντο καὶ αὐτὸν τὸν ὀψοποιὸν δεξιωσάμενοι ἱλαρὸν αὐτοῖς προσβλέπειν ἀνέπεισαν. Τούτῳ προσελθών τις τῶν θεραπόντων Ἰσαακίου τοῦ Κομνηνοῦ φησιν «ἀπάγγειλον τῷ κυρίῳ μου τὴν τῆς Κυζίκου κατά σχεσιν· γράμμα γὰρ ἐκεῖθεν ἥκει τοῦτο μηνῦον». Ὁ δ' εὐθὺς ἅμα τε ὄψα τῇ τραπέζῃ παρετίθει καὶ ἅπερ παρὰ τοῦ ὑπηρέτου ἀνεδιδάχθη, ἀνεδίδασκε τὸν Ἰσαάκιον ἠρεμαίᾳ φωνῇ. Ὁ δὲ μικρὸν ὑποκινήσας τὰ χείλη ἐσήμανε τἀδελφῷ τὸ λεχθέν. Ὀξὺς δὲ ὢν περὶ τὸ νοεῖν καὶ πυρὸς θερμότερος ὁ Ἀλέξιος αὐτίκα ἥρπασε τὸ λεγόμενον. Ἀνέπνευσαν οὖν καὶ ἄμφω τῆς κατασχούσης αὐτοὺς ἐννοίας. Καὶ γεγο νότες ἑαυτῶν ἐσκοποῦντο, ἵν' εἴ πού τις αὐτοὺς ἔροιτο περὶ τούτου, ἑτοίμως ἀποκριθήσονται, εἰ δὲ καὶ ὁ βασιλεὺς αὐτοὺς ἐς βουλὴν ἀγάγοι, προσηκόντως αὐτῷ βουλεύσοιντο. 2.3.3 Τοιαῦτα τούτων λογιζομένων ὁ βασιλεὺς ἀπιδὼν πρὸς τοὺς ἄνδρας ὡς δὴ ἀγνοοῦντας αὐτοὺς τὰ κατὰ τὴν Κύζικον τὴν ἅλωσιν αὐτοῖς ἔλεγεν. Οἱ δὲ (καὶ γὰρ ἦσαν ἕτοιμοι ψυχὴν θεραπεῦσαι κυμαινομένην βασιλέως ἐπὶ πορθήσεσι πόλεων) ἀνήγειράν τε τὸ πεπτωκὸς τοῦ αὐτο κράτορος φρόνημα καὶ πρὸς ἐλπίδας ἀγαθὰς ἀνεθέρμηναν