30
θάνατος καὶ φθορὰ, καὶ ὅσα τούτοις ὁμογενῆ καὶ ὁμόφυλα. Οὐκοῦν μαθόντες, διὰ τίνων ἥ τε κακία καὶ ὁ κατ' ἀρετὴν μορφοῦται βίος, ἐξου σίας ἡμῖν πρὸς ἑκάτερον τούτων κατὰ τὸ αὐτεξού σιον τῆς προαιρέσεως προκειμένης, φύγωμεν τὴν τοῦ διαβόλου μορφὴν, ἀποθώμεθα τὸ πονηρὸν προσωπεῖον, ἀναλάβωμεν τὴν θείαν εἰκόνα, γενώμεθα καθαροὶ τῇ 44.1277 καρδίᾳ, ἵνα γενώμεθα μακάριοι, τῆς θείας εἰκόνος ἐν ἡμῖν μορφωθείσης, διὰ τῆς καθαρᾶς πολιτείας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίω ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ζʹ.
Μακάριοι οἱ εἰρηνοποιοί· ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τῆς ἱερᾶς τοῦ
μαρτυρίου σκηνοπηγίας, ἣν κατὰ τὸν ἐν τῷ ὄρει παρὰ τοῦ Θεοῦ δειχθέντα τύπον ὁ νο μοθέτης τοῖς Ἰσραηλίταις κατεσκευάσατο, πάντα μὲν ἅγιά τε καὶ ἱερὰ καθ' ἕκαστον ἦν, ὅσα τῷ περισχοι νίσματι κατὰ τὸ ἐντὸς περιείληπτο· τὸ δὲ ἐνδότατον ἐν τούτοις ἄδυτόν τε καὶ ἄβατον ἦν, Ἅγιον ἁγίων λεγόμενον· δεικνύσης, οἶμαι, τῆς ἐπιτατικῆς ταύτης ὀνοματοποιΐας, τὸ μὴ κατὰ τὸ ὁμότιμον τοῖς ἄλλοις μετέχειν κἀκεῖνο τῆς ἁγιότητος· ἀλλ' ὅσον διέφερεν τοῦ κοινοῦ καὶ βεβήλου τὸ ἀφιερωμένον καὶ ἅγιον, τοσοῦτον ἐκεῖνο τὸ ἄδυτον τῶν περὶ αὐτὸ ἁγίων ἱερώ τερόν τε καὶ καθαρώτερον εἶναι. Οἶμαι τοίνυν ἐγὼ κατὰ τὸν αὐτὸν τρόπον, τῶν ἐν τῷ ὄρει τούτῳ προ δειχθέντων ἡμῖν μακαρισμῶν, πάντα μὲν ἱερά τε καὶ ἅγια καθ' ἕκαστον εἶναι. ὅσα προλαβὼν ὁ θεῖος κατε σκεύασε λόγος· τὸ δὲ νῦν τῇ θεωρίᾳ προκείμενον, ἄδυτον ὡς ἀληθῶς καὶ Ἅγιον ἁγίων εἶναι. Εἰ γὰρ τὸ ἰδεῖν τὸν Θεὸν ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει, τὸ υἱὸν γενέσθαι Θεοῦ ὑπὲρ πᾶσαν εὐκληρίαν πάντως ἐστίν· ποία γὰρ ῥημάτων ἐπίνοια; τίς ἐξ ὀνομάτων σημασία τῆς τηλικαύτης ἐπαγγελίας τὴν δωρεὰν περιλήψεται; Ὅπερ ἄν τις τῇ διανοίᾳ νοήσῃ, ὑπὲρ ἐκεῖνο πάντως ἐστὶ τὸ δηλούμενον· ἐὰν ἀγαθὸν, ἢ τίμιον, ἢ ὑψηλὸν ὀνομάσῃς τὸ κατὰ τὸν μακαρισμὸν τοῦτον δι' ἐπαγγελίας προκείμενον, πλέον ἢ κατὰ τὴν ἔμφασιν τῶν ὀνομάτων ἐστὶ τὸ δηλούμενον· ὑπὲρ εὐ χὴν ἡ ἐπιτυχία, ὑπὲρ ἐλπίδα τὸ δῶρον, ὑπὲρ τὴν φύσιν ἡ χάρις. Τί ἐστιν ἄνθρωπος ὡς πρὸς τὴν θείαν φύσιν κρινόμενος; Τίνος εἴπω τῶν ἁγίων φωνὴν, δι' ἧς ἐξευτελίζεται τὸ ἀνθρώπινον; κατὰ τὸν Ἀβραὰμ γῆ καὶ σποδός· κατὰ τὸν Ἡσαΐαν χόρτος· κατὰ τὸν ∆αβὶδ οὐδὲ χόρτος, ἀλλ' ἐοικὸς χόρτῳ. Ὁ μὲν γὰρ λέγει, Πᾶσα σὰρξ χόρτος· οὗτος δέ φησι· Ἄνθρω πος ὡσεὶ χόρτος· κατὰ τὸν Ἐκκλησιαστὴν ματαιό της· κατὰ τὸν Παῦλον, ταλαιπωρία. Οἷς γὰρ ἑαυτὸν ὁ Ἀπόστολος κατωνόμασεν, τούτοις ἅπαν κατοικτί ζεται τὸ ἀνθρώπινον. Ταῦτα ὁ ἄνθρωπος· ὁ δὲ Θεὸς τί; Πῶς εἴπω τὸ τί, ὃ μήτε ἰδεῖν δυνατὸν, μήτε ἀκοῇ χωρῆσαι, μήτε καρδίᾳ λαβεῖν; Ποίαις φωναῖς ἐξαγ γείλω τὴν φύσιν; Τί εὕρω τοῦ ἀγαθοῦ τούτου ἐν τοῖς γινωσκομένοις ὑπόδειγμα; Ποίας καινοτομήσω φω νὰς, πρὸς τὴν τοῦ ἀφράστου τε καὶ ἀνεκφωνήτου ση μασίαν; Ἤκουσα τῆς θεοπνεύστου Γραφῆς μεγάλα περὶ τῆς ὑπερκειμένης φύσεως διεξιούσης· ἀλλὰ τί ταῦτα πρὸς αὐτὴν τὴν φύσιν; Ὅσον γὰρ ἐγὼ ἐχώρουν δέξασθαι, τοσοῦτον εἶπεν ὁ λόγος, οὐχ ὅσον ἐστὶ τὸ 44.1280 δηλούμενον. Ὡς γὰρ οἱ ἀναπνέοντες τὸν ἀέρα κατὰ τὴν ἐν ἑαυτῷ ἕκαστος εὐρυχωρίαν, ὁ μὲν πλεῖον, ὁ δὲ ἔλαττον τοῦ ἀέρος ἀνέλαβεν· οὐ μὴν ὁ πολὺν ἐν ἑαυτῷ κατασχὼν τὸν ἀέρα, ἅπαν τὸ στοιχεῖον ἐντὸς ἑαυτοῦ πεποίηται, ἀλλὰ καὶ οὗτος ἔλαβεν ἐκ τοῦ ὅλου ὅσον ἠδύνατο, καὶ τὸ ὅλον ἐστίν· οὕτως καὶ αἱ τῆς ἁγίας Γραφῆς θεολογίαι, αἱ παρὰ τῶν τῷ ἁγίῳ Πνεύ ματι θεοφορουμένων ἡμῖν ἐκτεθεῖσαι, πρὸς μὲν τὸ ἡμέτερον τῆς διανοίας μέτρον, ὑψηλαὶ καὶ μεγάλαι καὶ ὑπὲρ πᾶν εἰσι μέγεθος· τοῦ τε ἀληθινοῦ μεγέ θους οὐ προσαπτόμεναι. Τίς ἐμέτρησε, φησὶ, τὸν οὐρανὸν σπιθαμῇ, καὶ τῇ χειρὶ τὸ ὕδωρ, καὶ πᾶ σαν τὴν γῆν δρακί; Ὁρᾷς τὴν μεγαλοφυΐαν τοῦ τὴν ἄφραστον διαγράφοντος δύναμιν; ἀλλὰ τί ταῦτα πρὸς τὸ