1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

30

οὐχὶ πάντες οὗτοι τότε μάλιστα ἔλαμψαν, ὅτε ἐπηρεάζοντο; ὅτε ἐπεβουλεύοντο; ὅτε τὰ ἔσχατα πάσχοντες γενναίως εἱστήκεισαν;

17.t Κεφ. ιζʹ. Ὅτι μεγίστης προνοίας καὶ ἀγαθότητος καὶ ἀγάπης

Θεοῦ ὁ σταυρὸς δεῖγμα 17.1 Τὸν δὲ κοινὸν ἡμῶν ∆εσπότην διὰ τὰ ἄλλα πάντα ἀνυμνοῦντες, οὐ διὰ

τοῦτο μάλιστα ἀνυμνοῦμεν, δοξάζοντες, ἐκπληττόμενοι διὰ τὸν σταυρόν, διὰ τὸν θάνατον ἐκεῖνον τὸν ἐπάρατον; Οὐ τοῦτο ἄνω καὶ κάτω σημεῖον ὁ Παῦλος ποιεῖται τῆς ἀγάπης αὐτοῦ τῆς περὶ ἡμᾶς, τὸ ἀποθανεῖν; τὸ ὑπὲρ τοιούτων ἀποθανεῖν; καὶ παρεὶς εἰπεῖν τὸν οὐρανόν, τὴν γῆν, τὴν θάλατταν, τὰ ἄλλα πάντα ἅπερ ἐποίησεν ὁ Χριστὸς εἰς χρείαν ἡμῶν καὶ ἀνάπαυσιν, ἄνω καὶ κάτω περιστρέφει τὸν σταυρόν, λέγων. 17.2 «Συνέστησε δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς, ὅτι, ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε»· καὶ ἐντεῦθεν ἡμῖν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας λέγων· «Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.» 17.3 Οὐκ ἐπὶ τούτῳ μάλιστα καὶ αὐτὸς καλλωπίζεται καὶ μέγα φρονεῖ καὶ σκιρτᾷ καὶ πέταται ὑπὸ τῆς ἡδονῆς, Γαλάταις γράφων οὕτως· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ;» Καὶ τί θαυμάζεις, εἰ Παῦλος ἐπὶ τούτῳ σκιρτᾷ καὶ πηδᾷ καὶ καλλωπίζεται; Αὐτὸς ὁ ταῦτα παθών, δόξαν τὸ πρᾶγμα καλεῖ. «Πάτερ γάρ, φησίν, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν.» 17.4 Καὶ ὁ μαθητὴς δὲ ὁ ταῦτα γράψας οὕτως ἔλεγεν· «Οὔπω γὰρ ἦν ἐν αὐτοῖς Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη», δόξαν καλῶν τὸν σταυρόν. Ὅτε δὲ αὐτοῦ τὴν ἀγάπην παραστῆσαι ἐβουλήθη, καὶ αὐτὸς τί εἶπε; σημεῖα, θαύματα, τεράστιά τινα; Οὐδαμῶς, ἀλλὰ τὸν σταυρὸν εἰς μέσον φέρει, λέγων· «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.» 17.5 Καὶ Παῦλος πάλιν· «Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται.» Καὶ εἰς ταπεινοφροσύνην δὲ ὅταν ἐνάγῃ, ἐντεῦθεν κατασκευάζει τὴν παραίνεσιν, οὕτω λέγων· «Εἴ τις παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν.» 17.6 Εἶτα εἰσάγων τὴν συμβουλήν, φησί· «Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ ἐν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» 17.7 Καὶ περὶ ἀγάπης δὲ πάλιν συμβουλεύων τοῦτο εἰς μέσον παράγει· «Ἀγαπᾶτε, λέγων, ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.» Καὶ γυναῖκας συνάπτων ἀνδράσιν εἰς ὁμόνοιαν, οὕτω λέγει· «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς.» 17.8 Καὶ αὐτὸς δὲ δεικνὺς πῶς αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν καὶ πῶς σφόδρα ἤρα τοῦ πάθους, τὸν πρῶτον τῶν ἀποστόλων, τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τὸν κορυφαῖον τοῦ χοροῦ τῶν ἀποστόλων καὶ ταῦτα ἐξ ἀγνοίας εἰπόντα «Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο», ἄκουσον τί ἐκάλεσεν· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ»· τῇ ὑπερβολῇ τῆς ὕβρεώς τε καὶ τῆς ἐπιτιμήσεως τὴν