31
ῥᾳδίως τὴν πόλιν ἐπανασωθῆναι κατεγγυώμενοι. «Μόνον» φησὶ «τὸ σὸν κράτος ἐχέτω καλῶς· οἱ δέ γε πολιορκηταὶ τῆς πόλεως ἑπταπλάσιον εἰς τὸν κόλπον αὐτῶν ἀπολή ψονται ὧν εἰργάσαντο». Τότε μὲν οὖν ἠγάσατο τούτους ὁ βασιλεὺς καὶ τῆς εὐωχίας ἀπολύσας τὸ ἑξῆς τῆς ἡμέρας ἀπεριμερίμνως ἔσχε. 2.3.4 Τὸ ἀπὸ τοῦδε τοίνυν ἐπιμελὲς ἔσχον οἱ Κομνηνοὶ τοῖς βασιλείοις προσιέναι καὶ τοὺς περὶ τὸν βασιλέα ἔτι μᾶλλον ἐναγκαλίζεσθαι καὶ αὐτοὺς μὲν μὴ διδόναι λαβὴν τὸ παράπαν τοῖς κατ' αὐτῶν μελετῶσι μηδ' ἡντιναοῦν πρόφασιν ἀπεχθείας αὐτοῖς ὑπανοίγειν, πάντας δὲ ἀναπείθειν στέργειν αὐτοὺς καὶ τὰ ὑπὲρ αὐτῶν φρονεῖν τε καὶ λέγειν. Προσεμηχανῶντο δέ τι πλέον ὑποποιεῖσθαι καὶ τὴν βασιλίδα Μαρίαν καὶ ὅλους αὐτοὺς ἐκείνην καὶ βλέπειν καὶ ἀναπνεῖν. Ὁ μὲν γὰρ Ἰσαάκιος καὶ τὸ κῆδος τὸ ἐπὶ τῇ ἐξαδέλφῃ αὐτῆς προβαλλόμενος τὴν παρρησίαν ξυνέτεινεν· ὁ δ' ἐμὸς πατὴρ οὐχ ἧττον μὲν καὶ διὰ τὴν ἐξ ἀγχιστείας συγγένειαν, πλέον δὲ τὴν υἱοθεσίαν λαμπρὰν ὑπόθεσιν τῶν πρὸς τὴν βασιλίδα εἰσόδων ποιούμενος παν τάπασιν ἀνέμφαντος ἦν καὶ τὸν φθόνον τῶν πονηρευομένων αὐτῷ συνεσκίαζεν· οὐδὲ γὰρ ἐλάνθανεν αὐτὸν τὸ βαρύμηνι τῶν βαρβάρων ἐκείνων δούλων καὶ τὸ τοῦ βασιλέως κουφό τατον. Καὶ εἰκότως μὴ ἐκπεσεῖν τῆς ἐκείνης εὐνοίας ἐφρόντιζον, ἵνα μὴ ἐντεῦθεν τοῖς ἐχθροῖς παρανάλωμα γένοιντο. Τὰ γάρ τοι κουφότατα ἤθη εὐμετάφορά πως καὶ Εὐρίπου δίκην ὡς ἐν παλιρροίᾳ περιπλαζόμενα. 2.4.1 Ταῦτα ὁρῶντες οἱ δοῦλοι καὶ ὅπως οὐ κατὰ σκοπὸν αὐτοῖς τὸ πρᾶγμα προῄει οὐδὲ ἡ τῶν τοιούτων ἀνδρῶν ἀπώλεια εὐχερὴς αὐτοῖς ἐστι τῆς τοῦ αὐτοκράτορος ἐς αὐτοὺς εὐμενείας ὁσημέραι αὐξανούσης, πολλὰ μὲν εἰπόν τες, πολλὰ δὲ καὶ ἀπειπόντες ἐφ' ἑτέραν ἀτραπὸν ἐτρά πησαν. Τίς δὲ αὕτη; Ἵν' ἐν μιᾷ νυκτὶ μετακαλεσάμενοι τούτους βουλῆς ἄτερ τοῦ κρατοῦντος ἐκποδὼν τοὺς ἄνδρας ποιήσωνται τοὺς αὐτῶν ὀφθαλμοὺς ἐξορύξαντες ψευδῆ αἰτίαν ἀναπλασάμενοι. 2.4.2 Τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθε. Καὶ ἐπεὶ πολλὰ γνωσιμαχήσαντες ὑπόγυον τὸν κίνδυνον ἔγνωσαν, μίαν σωτηρίας ἐλπίδα τὴν ἀποστασίαν ἐδόκουν πρὸς ταύτην κατ' ἀνάγκην πολλὴν συνωθούμενοι. Τί γὰρ δεῖ περιμένειν τὸν ἐπενεγκόντα μύδρον τοῖς ὄμμασι καὶ τὸν ἐν αὐτοῖς ἥλιον ἀποσβέσοντα; Ὑποβρύχιον οὖν ἐν ταῖς ψυχαῖς τὴν γνώμην ταύτην εἶχον. Ἐπεὶ δὲ μετ' οὐ πολὺ προσετέτακτο ὁ Ἀλέξιός τινα μερίδα τῆς στρατιᾶς εἰσαγαγεῖν μέλλουσαν ἐξοπλίζεσθαι κατὰ τῶν πορθησάντων τὴν πόλιν Κυζίκου Ἀγαρηνῶν (ἔτυχε γὰρ τηνικαῦτα δομέστικος ὢν τῆς ἑσπέρας), ἀφορμῆς εὐλόγου δραξάμενος τοὺς εὔνως πρὸς αὐτὸν ἔχοντας τῶν τοῦ στρατοῦ ἡγεμόνων μετὰ τῶν ὑπ' αὐτοὺς διὰ γραμμάτων μετεκαλέ σατο. Καὶ δὴ κινηθέντες ἅπαντες πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. 2.4.3 Ἐν τοσούτῳ δὲ εἰσελθών τις ἐξ ὑποθήκης θατέρου τῶν δούλων, τοῦ λεγομένου Βορίλου, ἤρετο τὸν βασιλέα, εἰ κατὰ γνώμην αὐτοῦ τὰς δυνάμεις ἁπάσας ὁ μέγας δομέστικος εἰς τὴν βασιλεύουσαν πόλιν εἰσάγει. Ὁ δ' εὐθὺς μετακαλεσάμενος τοῦτον ἠρώτα, εἰ ἀληθές ἐστι τὸ λεγόμενον. Καὶ ὃς αὐτίκα τοῦτο μὲν οὐκ ἠρνεῖτο, ὅτι στρατιά τις εἰσάγεται τῇ ἐκείνου κελεύσει, πρὸς δὲ τὸ πᾶσαν ἁπανταχόθεν ἐνταυθοῖ συναθροίζεσθαι πιθανῶς παρεκρούετο. «Ὁ γάρ τοι στρατός» φησι «διεσπαρμένος ὢν ἁπανταχόθεν ἄλλος ἄλλοθεν ἥκει λαβὼν τὸ ἐνδόσιμον. Καὶ οἱ τούτους ὁρῶντες ἐκ διαφόρων μερῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἀθρόους ἀφικνουμένους νομίζουσιν ὡς ἀπὸ συνθήματος πάντα τὸν στρατὸν ἐνταυθοῖ συνα θροίζεσθαι τῇ θέᾳ καὶ μόνῃ ἐξαπατώμενοι.» Καίτοι τοῦ Βορίλου πολλὰ πρὸς τούτους τοὺς λόγους ἀνθυπενεγκόν τος, ἰσχυρότερος καὶ οὕτως ἦν ὁ Ἀλέξιος καὶ ὅλαις ἐκράτει ψήφοις. Ὁ δὲ Γερμανὸς ἁπλούστερος ὢν οὐ πάνυ τοῦ Ἀλεξίου κατέτρεχεν. Ἐπεὶ δὲ οὐδὲ τὰ εἰσηγηθέντα ταῦτα κατὰ τοῦ δομεστίκου τὴν τοῦ βασιλέως ἐξετάραξε ψυχήν, καιροῦ λαβόμενοι ἀδείας (ἑσπέρα δὲ ἦν) τὴν κατὰ τῶν Κομνηνῶν