1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

31

πώποτε τῶν γενομένων ἀνθρώπων ἡ διδασκαλία, ἀπὸ περάτων ἕως περάτων γῆς μία καὶ ἡ αὐτὴ δι' ὅλων ἴσχυσεν, ὥστε διὰ πάσης γῆς τὸ σέβας αὐτοῦ διαπτῆναι; 49.6 Ἢ διὰ τί, εἴπερ ἄνθρωπός ἐστιν ὁ Χριστὸς καὶ οὐ Θεὸς Λόγος κατ' αὐτούς, οὐ κωλύεται ὑπὸ τῶν παρ' αὐτοῖς θεῶν εἰς τὴν αὐτὴν χώραν, ἔνθα εἰσί, τὸ τούτου σέβας διαβῆναι, ἀλλὰ μᾶλλον αὐτὸς ὁ Λόγος ἐπιδημῶν τῇ διδασκαλίᾳ ἑαυτοῦ τὴν ἐκείνων θρησκείαν παύει, καὶ τὴν φαντασίαν αὐτῶν καταισχύνει;

50.1 Πολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς καὶ τύραννοι γῆς, πολλοὶ παρὰ Χαλδαίοις ἱστοροῦνται καὶ παρ' Αἰγυπτίοις καὶ Ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς τούτων ποτέ, οὐ λέγω μετὰ θάνατον, ἀλλὰ καὶ ἔτι ζῶν ἠδυνήθη τοσοῦτον ἰσχῦσαι, ὥστε τὴν σύμπασαν αὐτὸν γῆν πληρῶσαι τῆς αὐτοῦ διδασκαλίας, καὶ τοσοῦτον πλῆθος παιδεῦσαι ἀπὸ τῆς τῶν εἰδώλων δεισιδαιμονίας, ὅσους ὁ ἡμέτερος Σωτὴρ εἰς ἑαυτὸν ἀπὸ τῶν εἰδώλων μετή νεγκεν; 50.2 Ἑλλήνων οἱ φιλόσοφοι μετὰ πιθανότητος καὶ τέχνης λόγων πολλὰ συνέγραψαν· τί οὖν τοσοῦτον ὅσον ὁ τοῦ Χριστοῦ σταυρὸς ἐπεδείξαντο; Ἄχρι γὰρ τελευτῆς αὐτῶν τὰ παρ' αὐτῶν σοφίσματα τὸ πιθανὸν ἔσχεν· ἀλλὰ καὶ ὃ ἔδοξαν ζῶντες ἰσχύειν ἐν ἀλλήλοις ἔσχον τὴν ἅμιλλαν, καὶ κατ' ἀλλήλων μελετῶντες ἐφιλονείκουν. 50.3 Ὁ δὲ τοῦ Θεοῦ Λόγος, τὸ παραδοξότατον, πτωχοτέραις ταῖς λέξεσι διδάξας, τοὺς πάνυ σοφιστὰς ἐπεσκίασε, καὶ τὰς μὲν ἐκείνων διδασκαλίας κατήργησε, πάντας ἕλκων πρὸς ἑαυτόν, τὰς δὲ ἑαυτοῦ ἐκκλησίας πεπλήρωκε· καὶ τό γε θαυμαστόν, ὅτι ὡς ἄνθρωπος εἰς τὸν θάνατον καταβάς, τὴν τῶν σοφῶν μεγαλοφωνίαν περὶ εἰδώλων κατήργησε. 50.4 Τίνος γάρ ποτε θάνατος ἀπήλασε δαίμονας; ἢ τίνος ποτὲ θάνατον ἐφοβήθησαν δαίμονες ὡς τὸν Χριστοῦ; Ἔνθα γὰρ ὀνομάζεται τὸ ὄνομα τοῦ Σωτῆρος, ἐκεῖθεν πᾶς δαίμων ἀπελαύνεται. Τίς δὲ οὕτως τὰ ψυχικὰ πάθη περιεῖλε τῶν ἀνθρώπων, ὥστε τοὺς μὲν πόρνους σωφρονεῖν, τοὺς δὲ ἀνδροφόνους μηκέτι ξίφος κρατεῖν, τοὺς δὲ δειλίᾳ προκατεχομένους ἀνδρίζεσθαι; 50.5 Καὶ ὅλως, τίς τοὺς παρὰ βαρβάροις καὶ τοὺς κατὰ τόπον τῶν ἐθνῶν ἀνθρώπους ἔπεισεν ἀποθέσθαι μὲν τὴν μανίαν, εἰρηναῖα δὲ φρονεῖν, εἰ μὴ ἡ τοῦ Χριστοῦ πίστις, καὶ τὸ τοῦ σταυροῦ σημεῖον; Τίς δὲ ἄλλος περὶ ἀθανασίας οὕτως ἐπιστώσατο τοὺς ἀνθρώπους, ὡς ὁ τοῦ Χριστοῦ σταυρός, καὶ ἡ τοῦ σώματος ἀνάστασις αὐτοῦ; 50.6 Καίπερ γὰρ πάντα ψευσάμενοι Ἕλληνες, ὅμως οὐκ ἠδυνήθησαν ἀνάστασιν τῶν ἑαυτῶν εἰδώλων πλάσασθαι, οὐκ ἐνθυμούμενοι τὸ σύνολον, εἰ ὅλως δυνατὸν μετὰ θάνατον εἶναι πάλιν τὸ σῶμα· ἐφ' ᾧ καὶ μάλιστα ἄν τις αὐτοὺς ἀποδέξηται, ὅτι τοιαῦτα λογισάμενοι τὴν μὲν ἀσθένειαν τῆς ἑαυτῶν εἰδωλολατρίας ἤλεγξαν, τὸ δὲ δυνατὸν τῷ Χριστῷ παρεχώρησαν, ἵνα καὶ ἐκ τούτου γνωσθῇ παρὰ πᾶσι τοῦ Θεοῦ Υἱός.

51.1 Τίς οὖν ἀνθρώπων μετὰ θάνατον ἢ ὅλως ζῶν περὶ παρθενίας ἐδίδαξε, καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις; Ἀλλ' ὁ ἡμέτερος Σωτὴρ καὶ τῶν πάντων Βασιλεὺς Χριστὸς τοσοῦτον ἴσχυσεν ἐν τῇ περὶ ταύτης διδασκαλίᾳ, ὡς καὶ παιδία μήπω τῆς νομίμης ἡλικίας ἐπιβάντα τὴν ὑπὲρ τὸν νόμον ἐπαγγέλλεσθαι παρθενίαν. 51.2 Τίς πώποτε ἀνθρώπων ἠδυνήθη διαβῆναι τοσοῦτον, καὶ εἰς Σκύθας καὶ Αἰθίοπας, ἢ Πέρσας, ἢ Ἀρμενίους, ἢ Γότθους, ἢ τοὺς ἐπέκεινα τοῦ Ὠκεανοῦ λεγομένους, ἢ τοὺς ὑπὲρ τὴν Ὑρκανίαν ὄντας, ἢ ὅλως τοὺς Αἰγυπτίους καὶ Χαλδαίους παρελθεῖν, τοὺς φρονοῦντας μὲν μαγικά, δεισιδαίμονας δὲ ὑπὲρ τὴν φύσιν καὶ ἀγρίους τοῖς τρόποις, καὶ ὅλως κηρύξαι περὶ ἀρετῆς καὶ σωφροσύνης καὶ τῆς κατὰ εἰδώλων θρησκείας, ὡς ὁ πάντων Κύριος, ἡ τοῦ Θεοῦ ∆ύναμις, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; 51.3 Ὃς οὐ μόνον ἐκήρυξε διὰ τῶν ἑαυτοῦ μαθητῶν, ἀλλὰ γὰρ καὶ ἔπεισεν αὐτοὺς κατὰ διάνοιαν, τὴν μὲν τῶν τρόπων ἀγριότητα μεταθέσθαι, μηκέτι δὲ τοὺς πατρίους σέβειν θεούς, ἀλλ' αὐτὸν ἐπιγινώσκειν, καὶ δι' αὐτοῦ τὸν Πατέρα θρησκεύειν. 51.4 Πάλαι μὲν γὰρ εἰδωλο