1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

31

ὄντως ὄν; Μέρος γάρ τοι τῆς θείας ἐνεργείας ἐν ταῖς τοιαύταις μεγαληγορίαις, ὁ προφητικὸς ἐνεδεί ξατο λόγος· αὐτὴν δὲ τὴν δύναμιν ἀφ' ἧς ἡ ἐνέργεια, ἵνα μὴ εἴπω τὴν φύσιν, ἀφ' ἧς ἡ δύναμις, οὔτε εἶπεν, οὔτε ἐμέλλησεν· ἀλλὰ καὶ καθάπτεται τῷ λόγῳ τῶν στοχασμοῖς τισι τὸ Θεῖον ἀπεικονιζόντων, ὡς ἐκ προσ ώπου τοῦ Θεοῦ τὸ τοιοῦτον διεξιών· Τίνι με ὁμοιώ σατε; λέγει Κύριος. Τὴν ἴσην δὲ συμβουλὴν καὶ ὁ Ἐκκλησιαστὴς τοῖς ἰδίοις ἐγκατατίθεται λόγοις, Μὴ σπεύσῃς ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου τοῦ Θεοῦ· ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· δεικνὺς, οἶμαι, διὰ τῆς τῶν στοιχείων πρὸς ἄλλη λα διαστάσεως, ὅσῳ τῷ μέτρῳ ἡ θεία φύσις τῶν λογι σμῶν γηΐνων ὑπερανέστηκεν. Τούτῳ μέν τοι τῷ τοι ούτῳ καὶ τοσούτῳ πράγματι, ὃ οὔτε ἰδεῖν ἔστιν, οὔτε ἀκοῦσαι, οὔτε λογίσασθαι, ὁ ἀντ' οὐδενὸς ἐν τοῖς οὖσι λελογισμένος ἄνθρωπος, ἡ σποδὸς, ὁ χόρτος, ἡ ματαιό της, οἰκειοῦται, εἰς υἱοῦ τάξιν παρὰ τοῦ Θεοῦ τῶν ὅλων προσλαμβανόμενος. Τί τῆς χάριτος ταύτης ἔστιν εὑρεῖν εἰς εὐχαριστίαν ἐπάξιον; Ποίαν φωνὴν, ποίαν διάνοιαν, ποίαν ἐνθυμήσεως κίνησιν, δι' ἣν τὴν τῆς χάριτος ὑπερβολὴν ἀνυμνήσει; ἐκβαίνει τὴν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος, ἀθάνατος ἐκ θνητοῦ, καὶ ἐξ ἐπική ρου ἀκήρατος, καὶ ἐξ ἐφημέρου ἀΐδιος, καὶ τὸ ὅλον θεὸς ἐξ ἀνθρώπου γινόμενος. Ὁ γὰρ Θεοῦ υἱὸς γενέ σθαι ἀξιωθεὶς, ἕξει πάντως ἐν ἑαυτῷ τοῦ πατρὸς τὸ ἀξίωμα, καὶ πάντων γίνεται τῶν πατρικῶν ἀγαθῶν κληρονόμος· ὢ τῆς μεγαλοδωρεᾶς τοῦ πλουσίου ∆εσ πότου! ὢ τῆς πλατείας παλάμης! ὢ τῆς μεγάλης χειρός! ἡλίκα τῶν ἀποῤῥήτων θησαυρῶν τὰ χα ρίσματα! Εἰς τὸ ὁμότιμον ἑαυτῷ σχεδὸν τὴν ἐξ ἁμαρ τίας ἀτιμωθεῖσαν φύσιν ὑπὸ φιλανθρωπίας ἄγει. Εἰ γὰρ ὅπερ αὐτός ἐστι κατὰ τὴν φύσιν, τούτου τὴν οἰκειότητα τοῖς ἀνθρώποις χαρίζεται· τί ἄλλο, ἢ οὐχὶ ὁμοτιμίαν τινὰ διὰ τῆς συγγενείας κατεπαγ γέλλεται; 44.1281 Τὸ μὲν οὖν ἔπαθλον τηλικοῦτον· ὁ δὲ ἆθλος τίς; Ἐὰν εἰρηνοποιήσῃ, φησὶ, τῇ τῆς ὑποθεσίας χά ριτι στεφανωθήσῃ. Ἐμοὶ δοκεῖ καὶ τὸ ἔργον ἐφ' ᾧ τὸν τοσοῦτον μισθὸν ἐπαγγέλλεται ἕτερον δῶρον εἶναι. Τί γὰρ εἰς ἀπόλαυσιν τῶν κατὰ τὸν βίον σπουδαζομέ νων τῆς εἰρηνικῆς ἐστι τοῖς ἀνθρώποις γλυκύτερον ζωῆς; ὅτιπερ ἂν εἴπῃς τῶν ἡδέων κατὰ τὴν ζωὴν, εἰρή νης χρῄζει τὸ εἶναι ἡδύ. Εἰ γὰρ πάντα εἴη, ὅσα κατὰ τὸν βίον τετίμηται, πλοῦτος, εὐεξία, γαμετὴ, παῖδες, οἰκία, γονεῖς, ὑπηρέται, φίλοι· γῆ, θάλασσα, τοῖς οἰκείοις ἑκατέρα πλουτίζουσα· παράδεισοι, θῆραι, λουτρὰ, παλαῖστραι, γυμνάσια· τρυφητήριά τε καὶ ἡβητή ρια· καὶ πάντα, ὅσα ἐστὶ τῆς ἡδονῆς ἐφευρήματα· προσκείσθω τούτοις τὰ ἡδέα θεάματα, καὶ τὰ μουσικὰ ἀκροάματα· καὶ εἴ τι ἄλλο δι' οὗ τοῖς τρυφῶσιν ὁ βίος ἡδύνεται. Εἰ ταῦτα μὲν εἴη πάντα, τὸ δὲ τῆς εἰρήνης ἀγαθὸν μὴ παρῇ, τί κέρδος ἐκείνων, πολέ μου τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν ἐπικόπτοντος; οὐκοῦν ἡ εἰρήνη αὕτη τε ἡδεῖά ἐστι τοῖς μετέχουσι, καὶ πάντα καταγλυκαίνει τὰ ἐν τῷ βίῳ τιμώμενα. Ἀλλὰ κἄν τινα συμφορὰν κατὰ τὸ ἀνθρώπινον ἐν εἰρήνῃ πάθωμεν, ἀγαθῷ τὸ κακὸν συγκεκραμένον ῥᾷον τοῖς πεπονθόσι γίνεται· πολέμου δὲ τὴν ζωὴν συνέχοντος, ἀναισθητοῦμεν τρόπον τινὰ πρὸς τὰς τοιαύτας τῶν λυπηρῶν ἀφορμάς. Ὑπερβάλλει γὰρ ταῖς ἀλγηδόσι τὰ καθ' ἕκαστον ἡ κοινὴ συμφορά. Καὶ ὥσπερ οἱ ἰατροὶ περὶ τῶν σωματικῶν λέγουσι παθημάτων, εἰ δύο κατ' αὐτὸν ἐν ἑνὶ σώματι πόνοι συμπέσοιεν, τοῦ ὑπερβάλλοντος μόνου τὴν αἴσθησιν γίνεσθαι· λαν θάνειν δέ πως τοῦ ἐλάττονος κακοῦ τὴν ἀλγηδόνα, τῇ ἐπιβολῇ τοῦ ἐπικρατοῦντος ἐκκλεπτομένην· οὕτω τὰ τοῦ πολέμου κακὰ τοῖς ἀλγεινοῖς ὑπερβάλλοντα, πρὸς τὰς ἰδίας συμφορὰς ἀναισθήτως ἔχειν τοὺς καθ' ἕκαστον παρασκευάζει. Εἰ δὲ πρὸς τὴν τῶν κακῶν τῶν ἰδίων αἴσθησιν ἀποναρκᾷ πως ἡ ψυχὴ, τοῖς κοι νοῖς τοῦ πολέμου κακοῖς ἐκπεπληγμένῃ, πῶς τῶν ἡδέων αἴσθησιν ἕξει; Ποῦ ὅπλα καὶ ἵπποι, καὶ τε θηγμένος σίδηρος, καὶ σάλπιγξ ἠχοῦσα; καὶ φάλαγγες τοῖς δόρασι φρίσσουσαι, καὶ ἀσπίδες συνερειδόμεναι, καὶ κράνη τοῖς λόφοις φοβερῶς ἐπινεύοντα, συμ πτώσεις, ὠθισμοὶ, συμπλοκαὶ, μάχαι, ἀνδροκτασίαι, φυγαὶ, διώξεις, οἰμωγαὶ, ἀλαλαγμοὶ, γῆ τοῖς αἵμασιν ὑγραινομένη,