1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

31

πολλὴν περὶ τὸ πρᾶγμα αὐτοῦ σπουδὴν ἐνδεικνύμενος. 17.9 Καὶ τὴν μὲν ἀνάστασιν λάθρα καὶ ἐν παραβύστῳ πεποίηκεν, ἐπιτρέπων αὐτῆς τὴν ἀπόδειξιν τῷ μετὰ ταῦτα χρόνῳ παντί· τὸν δὲ σταυρὸν ἐν μέσῃ τῇ πόλει, ἐν μέσῃ τῇ ἑορτῇ, ἐν μέσῳ τῷ δήμῳ τῶν Ἰουδαίων, ἑκατέρων τῶν δικαστηρίων παρόντων, Ῥωμαϊκῶν τε καὶ Ἰουδαϊκῶν, τῆς ἑορτῆς πάντας συναγούσης, ἐν ἡμέρᾳ μέσῃ, ἐν κοινῷ τῆς οἰκουμένης θεάτρῳ ὑπέμεινε. 17.10 Καὶ ἐπειδὴ οἱ παρόντες μόνον ἑώρων τὸ γινόμενον, ἐπέταξε τῷ ἡλίῳ κρυβέντι πανταχοῦ τῆς οἰκουμένης ἀπαγγεῖλαι τὸ τόλμημα. Καίτοι πολλοῖς, ὅπερ ἔφθην εἰπών, σκάνδαλον τὸ πρᾶγμα ἐγίνετο· ἀλλ' οὐ δεῖ τούτοις προσέχειν, ἀλλὰ τοῖς σωζομένοις, τοῖς κατωρθωκόσι. 17.11 Καὶ τί θαυμάζεις, εἰ ἐν τῷ παρόντι βίῳ οὕτω λαμπρὸς ὁ σταυρὸς ὡς καὶ δόξαν αὐτὸν καλεῖσθαι Χριστὸν καὶ τὸν Παῦλον ἐπ' αὐτῷ καυχᾶσθαι; Ἐν γὰρ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικώδει ἡμέρᾳ, ὅταν ἔλθῃ τὴν δόξαν ἐνδεικνύμενος τὴν ἑαυτοῦ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, ὅταν τὸ φοβερὸν παρῇ κριτήριον, ὅταν πᾶσα ἡ τῶν ἀνθρώπων παραστήκῃ φύσις, ὅταν ποταμοὶ πυρὸς καχλάζοντες, ὅταν ἀγγέλων δῆμοι καὶ τῶν ἄνω δυνάμεων ἀθρόον ἐκχέωνται κάτω μετ' αὐτοῦ, ὅταν βραβεῖα τὰ μυρία ἐκεῖνα, ὅταν οἱ μὲν ὡς ἥλιος λάμπωσιν, οἱ δὲ ὡς ἀστέρες, 17.12 ὅταν συμμορίαι μαρτύρων, ὅταν ἀποστόλων χοροί, ὅταν προφητῶν τάγματα, ὅταν γενναίων ἀνδρῶν σύλλογοι πάντες εἰς μέσον ἄγωνται, τότε δή, τότε ἐν ἐκείνῃ τῇ λαμπρότητι, ἐν ἐκείνῃ τῇ περιφανείᾳ, αὐτὸν ἔρχεται φέρων λαμπρὰς ἀφιέντα ἀκτῖνας. «Τότε γάρ, φησί, φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, τὸ δὲ σημεῖον τοῦ σταυροῦ φανήσεται.» 17.13 Ὢ πάθους λαμπρότης, ὢ σταυροῦ φαιδρότης· ἥλιος σκοτίζεται καὶ ἄστρα πίπτει ὥσπερ φύλλα, ὁ δὲ σταυρὸς πάντων ἐκείνων φανότερον διαλάμπει, ὅλον κατέχων τὸν οὐρανόν. Ὁρᾷς πῶς ἐγκαλλωπίζεται τούτῳ ὁ ∆εσπότης; πῶς δόξαν αὐτοῦ τὸ πρᾶγμα ὂν ἀποφαίνει, ὅταν ἐν ἐκείνῃ δεικνύῃ αὐτὸν τῇ ἡμέρᾳ τῇ οἰκουμένῃ πάσῃ μετὰ τοσαύτης λαμπηδόνος;

18.t Κεφ. ιηʹ. Ὅτι οὐ μικρὸν ἀπὸ τῶν συμβάντων κέρδος τῇ ἐκκλησίᾳ γέγονεν

18.1 Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τινὰς ἀπὸ τῶν συμβάντων σκανδαλιζομένους,

πρῶτον μὲν ἐκεῖνο λογίζου ὅτι οὐκ ἐντεῦθεν, ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσθενείας τὰ σκάνδαλα ἔχουσι· καὶ δηλοῦσιν οἱ τοῦτο μὴ παθόντες. Ἔπειτα σκόπει ὅτι πολλοὶ καὶ διέλαμψαν ἐντεῦθεν μειζόνως, τὸν Θεὸν δοξάζοντες καὶ μετὰ πάσης εὐχαριστοῦντες σπουδῆς αὐτῷ καὶ ἐπὶ τούτοις. Οὐκοῦν μὴ τοὺς σαλευομένους ὅρα, ἀλλὰ καὶ τοὺς παγίως ἑστῶτας καὶ ἀκινήτους μένοντας καὶ ταύτῃ ἰσχυροτέρους γινομένους· μὴ τοὺς θορυβουμένους, ἀλλὰ καὶ τοὺς ἐξ οὐρίων πλέοντας καὶ πολλῷ πλείους ὄντας τῶν παρασυρέντων. Εἰ δὲ πλείους ἦσαν ἐκεῖνοι, κρείττων εἷς ποιῶν τὸ θέλημα Κυρίου ἢ μύριοι παράνομοι.

19.t Κεφ. ιθʹ. Ὅτι πολλοὶ μάρτυρες ἐν τῇ ὑποθέσει ταύτῃ ἐγένοντο

καὶ ζῶντες καὶ τετελευτηκότες

19.1 Ἐννόησον ὅσοι καὶ μαρτυρίου στέφανον ἀνεδήσαντο. Οἱ μὲν γὰρ ἐμαστιγώθησαν, οἱ δὲ εἰς δεσμωτήριον ἐνεβλήθησαν, οἱ δὲ ἁλύσεις ὡς κακοῦργοι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσον, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν