32
ἐνέδραν ἐξήρτυον. 2.4.4 Ἔστι μὲν γὰρ ἄλλως φύσει τὸ δοῦλον τοῖς δεσπόταις πολέμιον, ὅταν δὲ τῶν δεσποτῶν ἀστοχήσῃ, ἐξουσίας δραξάμενον κατὰ τῶν ὁμοδούλων ἀνύποιστον γίνεται. Τοιούτου γοῦν ἐπειράθη καὶ ἤθους καὶ φρονήματος τῶν εἰρημένων δούλων ὁ Κομνηνὸς Ἀλέξιος. Ἐντεῦθεν οἱ ἤδη ῥηθέντες οὐχὑπὲρ τοῦ αὐτοκράτορος κατὰ τῶν Κομνηνῶν ἐμηνίων· ἀλλ' ἐβασιλεία μὲν ὁ Βορῖλος, ὥς τινες ἔφασαν, ὁ δέ γε Γερμανὸς κοινωνὸς ὢν αὐτῷ τοῦ σκέμματος ἐπιμελῶς σὺν αὐτῷ ἐνέδραν ἐξήρτυε. Καὶ πρὸς ἀλλήλους τὰ βου λευόμενα διελέγοντο καὶ ὅπως ἂν αὐτοῖς κατὰ νοῦν ἀπο βαίῃ τὸ πρᾶγμα· καὶ εἰς τοὐμφανὲς ἤδη ἐξέφερον τὸ ὑπ' ὀδόντα τέως λαλούμενον. 2.4.5 Ἠκροᾶτό τις τῶν λεγομέ νων Ἀλανὸς τὸ γένος, μάγιστρος τὴν ἀξίαν, ἐκ πολλοῦ προσῳκειωμένος τῷ βασιλεῖ κἀν τοῖς οἰκείοις διατελῶν. Τηνικαῦτα γοῦν μέσης ἐξελθὼν φυλακῆς τῆς νυκτὸς ἐκτρέχει πρὸς τοὺς Κομνηνοὺς ἀπαγγελῶν ἅπαντα τῷ μεγάλῳ δομεστίκῳ. Τινὲς δέ φασι μηδὲ τὴν βασιλίδα τὴν πρὸς τοὺς Κομνηνοὺς τοῦ μαγίστρου ἄφιξιν παντάπασιν ἠγνοηκέναι. Ὁ δὲ εἰσάγει τοῦτον τῇ μητρὶ καὶ τἀδελφῷ. Ἐνωτισθέντες δὲ τὴν ἀπευκταίαν ἐκείνην ἀγγελίαν, δέον ἐλογίσαντο τὸ τέως κρυπτόμενον εἰς τοὐμφανὲς ἀγαγεῖν καὶ ξὺν Θεῷ τὴν σφῶν σωτηρίαν περιποιήσασθαι. 2.4.6 Ἐπεὶ δὲ μετὰ τὴν ἐπιοῦσαν ἐμεμαθήκει τὸ στράτευμα καταλαβεῖν τὴν Τζουρουλόν (πολίχνιον δὲ τοῦτο περί που τὴν Θρᾴκην κείμενον), ὁ δομέστικος περὶ πρώτην φυλακὴν τῆς νυκτὸς φοιτᾷ πρὸς τὸν Πακουριανόν (ἀνὴρ δὲ οὗτος μικρὸς μὲν ἔην δέμας κατὰ τὸν ποιητήν, πλὴν ἀλλὰ μαχητής, γένους λαμπροῦ ἐξ Ἀρμενίων ὁρμώμενος) καὶ ἀνακοινοῦται τούτῳ τὰ πάντα, τὴν μῆνιν τῶν δούλων, τὸν φθόνον, τὴν ἐκ πολλοῦ κατ' αὐτῶν μελέτην καὶ τὴν ἐξ ὑπογύου μελετωμένην τῶν ὀφθαλμῶν αὐτῶν ἐκκοπήν, καὶ ὡς οὐ χρὴ ὡς ἀνδράποδα παθεῖν, ἀλλὰ δράσαντάς τι γεν ναῖον ἀπολέσθαι, εἰ καὶ τούτου δεήσειε· καὶ τοῦτο γὰρ ἴδιον μεγαλοψυχίας ἔλεγεν. 2.4.7 Ὁ δὲ ἅπαντα διακηκοὼς καὶ συνιδὼν ὡς οὐ χρὴ μέλλειν ἐν τοῖς τοιούτοις, ἀλλὰ ταχέως γενναιοτέρου ἔργου ἐφάπτεσθαί, φησιν «εἰ μὲν αὐγαζούσης τῆς αὔριον ἐξέλθῃς τῶν ἐνταυθοῖ, συνέψομαί σοι κἀγὼ προθύμως ἐπαγωνισόμενος. Εἰ δὲ ἐς νέωτα φυλάξεις τὸ βουλευόμενον, ἀλλ' ἐμέ γ' ἴσθι αὐτὸν ἐμὲ προσελθόντα τῷ βασιλεῖ παραυτίκα καὶ σοῦ καὶ τῶν σὺν σοὶ κατειπεῖν μηδὲ μικρὸν ἀναβαλόμενον». Ὁ δέ «ἐπεί σε τῆς ἐμῆς κηδόμενον ὁρῶ σωτηρίας, Θεοῦ δὲ τοῦτο πάντως ἔργον, οὐκ ἀποστήσομαί σου τῆς βουλῆς, πλὴν ἀλλὰ χρὴ δι' ὅρκου τὸ ἀσφαλὲς ἑκάτερον ἔχειν». Ἔνθεν τοι καὶ πίστεις πρὸς ἀλλήλους δι' ὅρκων ἐποιησάτην, ὡς ἄρα, εἰ εἰς τὸν βασίλειον θρόνον αὐτὸν ἀγάγοι Θεός, ἐκεῖνον ἐς τὴν τοῦ δομεστίκου ἀξίαν ἀναγάγῃ, ἣν νῦν αὐτὸς ἐν τῷ τέως κατεῖχεν. Ἐξελθὼν οὖν ἐκεῖθεν ὁ Κομνη νὸς Ἀλέξιος καὶ τοῦ Πακουριανοῦ ἀπαλλαγεὶς πρὸς ἕτερον ἄνδρα καὶ αὐτὸν ἀρειμάνιον τὸν Οὐμπερτόπουλον ἄπεισι. Καὶ τὸν ἴδιον ἀπαγγέλλει σκοπὸν καὶ τὴν αἰτίαν παρίστησι, καθ' ἣν διαδρᾶναι βουλόμενος εἰς συμμαχίαν καὶ αὐτὸν προσκαλεῖται. Ὁ δ' εὐθὺς κατενενεύκει· «κἀμὲ δ'« ἔφη «πάντως ἕξεις εὐψύχως σου καὶ μάλα προκιν δυνεύοντα». 2.4.8 Προσέκειντο δὲ καὶ τῷ Ἀλεξίῳ μᾶλλον οἱ εἰρημένοι ἄνδρες τά τε ἄλλα, καὶ διότι ἀνδρείᾳ καὶ συνέσει τῶν ἄλλων διέφερε. Φιλοδωρότατόν τε ὄντα καὶ τὴν χεῖρα, εἴπερ τις ἄλλος, περὶ τὰς δόσεις εὐκίνητον λίαν ὑπερηγάπων, καίτοι μὴ πάνυ τι πλούτῳ περιρρεόμενον. Οὐ γὰρ ἦν τῶν ἁρπαζόντων καὶ πρὸς τὸ πλουτεῖν διακε χηνότων. Τὸ γὰρ ἐλευθέριον οὐκ ἐν πλήθει παροχῆς χρη μάτων κρίνεσθαι εἴωθεν, ἀλλὰ γνώμῃ ταλαντεύεσθαι πέφυ κεν. Ἔστι γὰρ τὸν ὀλίγα κεκτημένον καὶ πρὸς λόγον τῶν ἐνόντων καταβαλόντα ἐλευθέριον εἶναι, τὸν δέ γε πλοῦτον πολὺν ἔχοντα καὶ τῇ γῇ κατορύττοντα ἢ μὴ κατὰ λόγον τοῦτον τῷ δεομένῳ παρέχοντα ἄλλον Κροῖσον ἢ χρυσομανῆ Μίδαν κίμβικά τε καὶ γλίσχρον καὶ ἕνα τῶν διαπριόντων τὸ κύμινον