1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

32

νεκροὶ πατούμενοι, τραυματίαι κατα λειπόμενοι, καὶ πάντα ὅσα ἐν τοῖς πικροῖς ἐστι τοῦ πο λέμου συμπτώμασιν; ἆρα ὁ ἐν τούτοις ὢν σχέσει ποτὲ πρὸς τὴν τοῦ εὐφραίνοντος μνήμην τὸν λογισμὸν ὑπο κλίναι; Εἰ δέ που καὶ ὑποδράμοι τὴν ψυχὴν μνήμη τῶν ἡδίστων τινός· οὐχὶ προσθήκη γίνεται συμφορᾶς ἐν τῷ τῶν κινδύνων καιρῷ ἡ τῶν φιλτάτων ὑπόμνησις τὸν λογισμὸν ὑπελθοῦσα; Οὐκοῦν ὁ μισθόν σοι διδοὺς, εἰ τῶν κατὰ πόλεμον κακῶν χωρισθείης, δύο σοι κε χάρισται δωρεάς. Ἓν μὲν γάρ ἐστι δῶρον τὸ ἔπα θλον· ἕτερον δὲ δῶρον αὐτὸς ὁ ἆθλος. Ὥστε καὶ εἰ μηδὲν τῷ τοιούτῳ κατ' ἐλπίδα πρόσκειτο, αὐτὴ δι' ἑαυτὴν ἡ εἰρήνη πάσης ἂν ἦν τοῖς γε νοῦν ἔχουσι προτιμοτέρα σπουδῆς. Ἐν τούτῳ τοίνυν ἔστι τὴν τῆς φιλανθρωπίας ὑπερβολὴν ἐπιγνῶναι, ὅτι τὰς ἀγαθὰς ἀντιδόσεις, οὐ πόνοις καὶ ἱδρῶσιν, ἀλλ' εὐπα θείαις τρόπον τινὰ καὶ θυμηδίαις κεχάρισται· εἴπερ 44.1284 τὸ κεφάλαιον τῶν εὐφραινόντων ἡ εἰρήνη ἐστὶν, ἣν τοσαύτην ἑκάστῳ παρεῖναι βούλεται, ὡς μὴ μόνον αὐτὸν ἕκαστον ἔχειν, ἀλλ' ἐκ πολλοῦ τοῦ περιόντος καὶ τοῖς μὴ ἔχουσι νέμειν. Μακάριοι γὰρ, φησὶν, οἱ εἰρηνοποιοί. Εἰρηνοποιὸς δέ ἐστιν ὁ εἰρήνην διδοὺς ἄλλῳ· οὐκ ἂν δέ τις ἑτέρῳ παράσχοιτο, ὃ μὴ αὐτὸς ἔχει. Βούλεται τοίνυν πρότε ρον εἶναί σε πλήρη τῶν τῆς εἰρήνης καλῶν, εἶθ' οὕτως ὀρέγειν τοῖς ἐνδεῶς ἔχουσι τοῦ τοιούτου κτή ματος. Καὶ μὴ λίαν τὴν διὰ βάθους θεωρίαν περιερ γαζέσθω ὁ λόγος· αὔταρκες γὰρ ἡμῖν εἰς ἀγαθοῦ κτῆσιν, καὶ τὸ πρόχειρον νόημα. Μακάριοι οἱ εἰρη νοποιοί. Πολλῶν ἀῤῥωστημάτων θεραπείαν ὁ λόγος ἐν ὀλίγῳ χαρίζεται, διὰ τῆς περιλήψεως ταύτης καὶ γενικωτέρας φωνῆς ἐκπεριλαβὼν τὰ καθ' ἕκαστον, Τί ἐστιν ἡ εἰρήνη πρῶτον νοήσωμεν. Τί ἄλλο, ἢ ἀγαπητική τις πρὸς τὸ ὁμόφυλον συνδιάθεσις; τί οὖν ἐστι ἐξ ἐναντίου τῇ ἀγάπῃ νοούμενον; Μῖσος, ὀργὴ, θυμὸς, φθόνος, μνησικακία, ὑπόκρισις, ἡ κατὰ πόλε μον συμφορά. Ὁρᾷς ὅσων καὶ οἴων ἀῤῥωστημάτων ἀντιφάρμακόν ἐστιν ἡ μία φωνή; Ἡ γὰρ εἰρήνη κατὰ τὸ ἴσον ἑκάστῳ τῶν εἰρημένων ἀντικαθίσταται, καὶ ἀφανισμὸν ποιεῖ τοῦ κακοῦ τῇ ἑαυτῆς παρουσίᾳ, Ὡς γὰρ ὑγιείας ἐπιλαβούσης ἡ νόσος ἐξαφανίζεται, καὶ φωτὸς φανέντος οὐχ ὑπολείπεται σκότος· οὕτως καὶ τῆς εἰρήνης ἐπιφανείσης, λύεται πάντα τὰ ἐκ τοῦ ἐναντίου συνιστάμενα πάθη. Τοῦτο δὲ ὅσον ἐστὶν ἀγαθὸν, οὐδὲν οἶμαι χρῆναι διεξιέναι τῷ λόγῳ αὐτός· σὺ κατὰ σεαυτὸν ἐπιλελόγισαι, οἷος ὁ βίος τῶν ἀλλή λους δι' ὑποψίας καὶ μίσους ἐχόντων, ὧν δυσάντητοι μὲν αἱ συντυχίαι, βδελυκτὰ δὲ αὐτοῖς τὰ ἀλλήλων πάντα· ἄφθογγα δὲ τὰ στόματα, καὶ ἀπεστραμμένα τὰ βλέμματα· καὶ ἀκοὴ πεφραγμένη τῇ τοῦ μισοῦντος καὶ μισουμένου φωνῇ. Πᾶν δὲ φίλον ἑκατέρῳ αὐτῶν, ὃ τῷ ἑτέρῳ μὴ φίλον· καὶ ἐκ τοῦ ἐναντίου πᾶν ἐχ θρὸν, καὶ πολέμιον, ὃ τῷ δυσμενεῖ καταθύμιον. Ὥσπερ τοίνυν τὰ εὐώδη τῶν ἀρωμάτων, τῆς ἰδίας εὐπνοίας τὸν παρακείμενον ἀέρα πλήρη ποιεῖ· οὕτω σοι βού λεται κατὰ περιουσίαν πλεονάζειν τῆς εἰρήνης τὴν χάριν, ὥστε τὸν σὸν βίον θεραπείαν εἶναι τῆς ἀλλο τρίας νόσου. Ὅσον δὲ τὸ τοιοῦτόν ἐστιν ἀγαθὸν, ἀκρι βέστερον ἂν ἐπιγνοίης, ἑκάστου τῶν ἐκ τῆς δυσμε νοῦς προαιρέσεως ἐγγινομένων τῇ ψυχῇ παθημάτων τὰς συμφορὰς λογιζόμενος. Τίς ἂν διεξέλθοι πρὸς ἀξίαν τῆς ὀργῆς τὰ πάθη; Τίς ὑπογράψει λόγος τὴν ἀσχημοσύνην τῆς τοιαύτης νόσου; Ὁρᾷς τὰ τῶν δαι μονώντων πάθη τοῖς ὑπὸ θυμοῦ κεκρατημένοις ἐπι φαινόμενα. Λόγισαι παράλληλα τοῦ τε δαίμονος καὶ τοῦ θυμοῦ τὰ συμπτώματα, καὶ τίς ἐν τούτοις ἡ δια φορά. Ὕφαιμος καὶ διάστροφος τῶν δαιμονώντων ὀφθαλμὸς, παράφορος ἡ γλῶσσα, τραχὺ τὸ φθέγμα, ὀξεῖα καὶ ὑλακώδης ἡ φωνή. Κοινὰ ταῦτα καὶ τοῦ θυμοῦ καὶ τοῦ δαίμονος, κλόνος κεφαλῆς, χειρῶν ἔμπληκτοι κινήσεις, βρασμὸς ὅλου τοῦ σώματος, 44.1285 ἄστατοι πόδες, μία τῶν δύο νοσημάτων ἡ διὰ τῶν. τοιούτων ὑπογραφή. Τοσοῦτον μόνον παρήλλακται τοῦ ἑτέρου τὸ ἕτερον, ὅσον τὸ μὲν ἑκούσιον εἶναι κα κὸν, τὸ δὲ ἀβουλήτως προσπίπτειν οἷς ἂν ἐγγίνεται. Τὸ δὲ κατ' ἰδίαν ὁρμὴν ἐν συμφορᾷ γενέσθαι, τοῦ παρὰ γνώμην παθεῖν, ὅσον ἐλεεινότερον; Καὶ τὴν μὲν ἐκ δαίμονος νόσον ὁ ἰδὼν πάντως ἠλέησε· τὴν δὲ ἐκ