33
οἰκουμένῃ Θεὸς ἀναγορεύεται καὶ Θεοῦ Υἱός. Καὶ οἱ μὲν παρ' Ἕλλησι προσκυνούμενοι θεοὶ ὡς αἰσχροὶ διαβάλλονται παρ' αὐτῶν· οἱ δὲ τὴν Χριστοῦ λαμβάνοντες διδασκαλίαν, σωφρονέστερον ἐκείνων ἔχουσι τὸν βίον. 53.3 Ταῦτα οὖν, καὶ τὰ τοιαῦτα, εἰ μὲν ἀνθρώπινά ἐστι, δεικνύτω τις ὁ βουλόμενος καὶ τὰ τῶν προτέρων τοιαῦτα, καὶ πειθέτω. Εἰ δὲ μὴ ἀνθρώπων ἀλλὰ Θεοῦ ἔργα ταῦτα φαίνεται καί εἰσι, διὰ τί τοσοῦτον ἀσεβοῦσιν οἱ ἄπιστοι, μὴ ἐπιγινώσκοντες τὸν ταῦτα ἐργασάμενον ∆εσπότην; 53.4 Ὅμοιον γὰρ πάσχουσιν, ὡς εἴ τις ἐκ τῶν ἔργων τῆς κτίσεως μὴ γινώσκοι τὸν τούτων δημιουργὸν Θεόν. Εἰ γὰρ ἐκ τῆς εἰς τὰ ὅλα αὐτοῦ δυνάμεως ἐγίνωσκον αὐτοῦ τὴν θεότητα, ἔγνωσαν ἂν ὅτι καὶ τὰ διὰ τοῦ σώματος ἔργα τοῦ Χριστοῦ οὐκ ἀνθρώπινα, ἀλλὰ τοῦ πάντων Σωτῆρός ἐστι τοῦ Θεοῦ Λόγου. Γινώσκοντες δὲ οὕτως, καθάπερ εἶπεν ὁ Παῦλος, «οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν».
54.1 Ὥσπερ οὖν εἴ τις ἀόρατον ὄντα τῇ φύσει τὸν Θεὸν καὶ μηδόλως ὁρώμενον εἰ θέλοι ὁρᾶν, ἐκ τῶν ἔργων αὐτὸν καταλαμβάνει καὶ γινώσκει, οὕτως ὁ μὴ ὁρῶν τῇ διανοίᾳ τὸν Χριστόν, κἂν ἐκ τῶν ἔργων τοῦ σώματος καταμανθανέτω τοῦτον, καὶ δοκιμαζέτω εἰ ἀνθρώπινά ἐστιν ἢ Θεοῦ. 54.2 Καὶ ἐὰν μὲν ἀνθρώπινα ᾖ, χλευαζέτω· εἰ δὲ μὴ ἀνθρώπινά ἐστιν ἀλλὰ Θεοῦ γινώσκεται, μὴ γελάτω τὰ ἀχλεύαστα, ἀλλὰ μᾶλλον θαυμαζέτω, ὅτι διὰ τοιούτου πράγματος εὐτελοῦς τὰ θεῖα ἡμῖν πεφανέρωται, καὶ διὰ τοῦ θανάτου ἡ ἀθανασία εἰς πάντας ἔφθασε, καὶ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου ἡ τῶν πάντων ἐγνώσθη πρόνοια, καὶ ὁ ταύτης χορηγὸς καὶ ∆ημιουργὸς αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος. 54.3 Αὐτὸς γὰρ ἐνηνθρώπησεν, ἵνα ἡμεῖς θεοποιηθῶμεν· καὶ αὐτὸς ἐφανέρωσεν ἑαυτὸν διὰ σώματος, ἵνα ἡμεῖς τοῦ ἀοράτου Πατρὸς ἔννοιαν λάβωμεν· καὶ αὐτὸς ὑπέμεινε τὴν παρ' ἀνθρώπων ὕβριν, ἵνα ἡμεῖς ἀφθαρσίαν κληρονομήσωμεν. Ἐβλάπτετο μὲν γὰρ αὐτὸς οὐδέν, ἀπαθὴς καὶ ἄφθαρτος καὶ Αὐτολόγος ὢν καὶ Θεός· τοὺς δὲ πάσχοντας ἀνθρώπους, δι' οὓς καὶ ταῦτα ὑπέμεινεν, ἐν τῇ ἑαυτοῦ ἀπαθείᾳ ἐτήρει καὶ διέσῳζε. 54.4 Καὶ ὅλως τὰ κατορθώματα τοῦ Σωτῆρος τὰ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ γενόμενα, τοιαῦτα καὶ τοσαῦτά ἐστιν, ἃ εἰ διηγήσασθαί τις ἐθελήσειεν, ἔοικε τοῖς ἀφορῶσιν εἰς τὸ πέλαγος τῆς θαλάσσης καὶ θέλουσιν ἀριθμεῖν τὰ κύματα ταύτης. Ὡς γὰρ οὐ δύναται τοῖς ὀφθαλμοῖς περιλαβεῖν τὰ ὅλα κύματα, τῶν ἐπερχομένων παριόντων τὴν αἴσθησιν τοῦ πειράζοντος, οὕτως καὶ τῷ βουλομένῳ πάντα τὰ ἐν σώματι τοῦ Χριστοῦ κατορθώματα περιλαβεῖν ἀδύνατον τὰ ὅλα κἂν τῷ λογισμῷ δέξασθαι, πλειόνων ὄντων τῶν παριόντων αὐτοῦ τὴν ἐνθύμησιν, ὧν αὐτὸς νομίζει περιει ληφέναι. 54.5 Κάλλιον οὖν μὴ πρὸς τὰ ὅλα ἀφορῶντα λέγειν, ὧν οὐδὲ μέρος ἐξειπεῖν τις δύναται, ἀλλ' ἔτι ἑνὸς μνημονεῦσαι, καὶ σοὶ καταλιπεῖν τὰ ὅλα θαυμάζειν. Πάντα γὰρ ἐπίσης ἔχει τὸ θαῦμα, καὶ ὅποι δ' ἄν τις ἀποβλέψῃ, ἐκεῖθεν τοῦ Λόγου τὴν θειότητα βλέπων ὑπερεκπλήττεται.
55.1 Τοῦτο οὖν μετὰ τὰ προειρημένα καταμαθεῖν σε ἄξιόν ἐστιν καὶ ὡς ἀρχὴν τῶν μὴ λεχθέντων θέσθαι, καὶ θαυμάσαι λίαν ὅτι τοῦ Σωτῆρος ἐπιδημήσαντος οὐκ ἔτι μὲν ηὔξησεν ἡ εἰδωλολατρία, καὶ ἡ οὖσα δὲ ἐλαττοῦται, καὶ κατ' ὀλίγον παύεται· καὶ οὐκ ἔτι μὲν ἡ Ἑλλήνων σοφία προκόπτει, καὶ ἡ οὖσα δὲ λοιπὸν ἀφανίζεται· καὶ δαίμονες μὲν οὐκ ἔτι φαντασίαις καὶ μαντείαις καὶ μαγείαις ἀπατῶσι, μόνον δὲ τολμῶντες καὶ ἐπιχειροῦντες καταισ-χύνονται τῷ σημείῳ τοῦ σταυροῦ. 55.2 Καὶ συλλήβδην εἰπεῖν, θεώρει πῶς ἡ μὲν τοῦ Σωτῆρος διδασκαλία πανταχοῦ αὔξει· πᾶσα δὲ εἰδωλολατρία καὶ πάντα τὰ ἐναντιούμενα τῇ Χριστοῦ πίστει καθ' ἡμέραν ἐλαττοῦται καὶ ἐξασθενεῖ καὶ πίπτει. Οὕτω δὲ θεωρῶν προσκύνει μὲν τὸν ἐπὶ πάντων Σωτῆρα καὶ δυνατὸν Θεὸν Λόγον· καταγίνωσκε δὲ τῶν ἐλαττουμένων καὶ ἀφανιζομένων ὑπ' αὐτοῦ. 55.3 Ὡς γὰρ ἡλίου παρόντος οὐκ ἔτι τὸ