33
θυμοῦ παραφορὰν, ὁμοῦ τε εἶδεν καὶ ἐμιμήσατο, ζημίαν ἐκκρίνων τὸ μὴ ὑπερβάλλεσθαι τῷ καθ' ἑαυτὸν πάθει τὸν προνοσήσαντα. Καὶ ὁ μὲν δαίμων στρεβλῶν τοῦ ἐμπαθοῦς τὸ σῶμα, μέχρις ἐκείνου τὸ κακὸν ἵστησι, κατὰ τοῦ ἀέρος εἰκῆ διαῤῥίπτων τοῦ μεμηνότος τὰς χεῖρας· ὁ δὲ τοῦ θυμοῦ δαίμων οὐκ ἀργὰς ποιεῖ τὰς κινήσεις τοῦ σώματος. Ἐπειδὰν γὰρ ἐπικρατήσῃ τὸ πάθος, καὶ ὑπερζέσῃ τὸ περικάρδιον αἷμα τῆς μελαίνης χολῆς, ὥς φασιν, ἐκ τῆς θυ μώδους διαθέσεως ἁπανταχῇ κατασπαρείσης τῷ σώματι, τότε ὑπὸ τῶν ἔνδοθεν συνθλιβομένων ἀτμῶν, στενοχωρεῖται πάντα τὰ περὶ τὴν κεφαλὴν αἰσθητή ρια· ὀφθαλμοὶ μὲν ὑπὸ τὴν τῶν βλεφάρων περιγρα φὴν ἐξωθοῦνται, ὕφαιμόν τι καὶ δρακοντῶδες πρὸς τὸ λυποῦν ἀτενίζοντες· ἄσθματι δὲ τὰ σπλάγχνα συνέ χεται· διοίσουσι δὲ κατὰ τοῦ αὐχένος αἱ φλέβες, καὶ ἡ γλῶσσα παχύνεται· καὶ ἡ φωνὴ στενουμένης τῆς ἀρτηρίας ἑκουσίως ὀξύνεται· καὶ τὰ χείλη τῇ ὑπο σπορᾷ τῆς ψυχρᾶς ἐκείνης χολῆς πήγνυται καὶ περι μελαίνεται, καὶ δυσκίνητα γίνεται πρὸς τὴν κατὰ φύσιν διαστολὴν καὶ ἐπίμυσιν, ὡς μηδὲ τὸν πτύελον ἐν τῷ στόματι πλεονάζοντα περικρατεῖν δύνασθαι, ἀλλὰ συνεκβαλεῖν τοῖς ῥήμασι, τοῦ βεβιασμένου φθόγγου τὸν ἀφρὸν παραπτύοντος. Τότε τοίνυν καὶ τὰς χεῖρας ἔστιν ἰδεῖν ἀνακινουμένας ὑπὸ τῆς νόσου, καὶ τοὺς πόδας ὡσαύτως· κινεῖται δὲ τὰ μέλη ταῦτα, οὐκέτι μάτην, καθάπερ ἐπὶ τῶν δαιμονώντων γίνε, ἀλλ' ἐπὶ κακῷ τῶν ἀλλήλοις διὰ τῆς νόσου συμ πλεκομένων. Εὐθὺς γὰρ πρὸς τὰ καίρια τῶν αἰσθη τηρίων αἱ ὁρμαὶ τῶν ἀλλήλους πληττόντων γίνονται. Εἰ δέ που προσεγγίσει ἐν τῇ συμπλοκῇ τὸ στόμα τῷ σώματι, οὐδὲ οἱ ὀδόντες ἄπρακτοι μένουσιν, ἀλλ' ἐμφύονται θηρίου δίκην οἷς ἂν ἐμπελάσωσι. Καὶ τίς ἂν τὰ καθ' ἕκαστον εἴποι κακὰ, ὅσα ἐκ τοῦ θυμοῦ τὴν γένεσιν ἔχει; Ὁ τοίνυν κωλύων τὴν τοιαύτην ἀσχημοσύνην, εἰκότως ἂν μακαριστός τε καὶ τίμιος, ἐκ τῆς μεγίστης εὐεργεσίας ὀνομάζοιτο. Εἰ γὰρ ὁ σωματικῆς τινος ἀηδίας χωρίσας τὸν ἄνθρωπον, τί μιος διὰ τῆς τοιαύτης εὐποιΐας ἐστί· πόσῳ μᾶλλον ὁ τὴν ψυχὴν τῆς νόσου ταύτης ἐλευθερώσας, ὡς εὐερ γέτης τοῦ βίου παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται; Ὅσον γὰρ κρείττων ἡ ψυχὴ τοῦ σώματος, τοσούτῳ τιμιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς ψυχὰς ἐξιώμενος. Καὶ μηδεὶς οἰέσθω τῶν ἐκ τοῦ μίσους ἐνεργουμέ νων κακῶν, τὴν κατὰ τὸν θυμὸν ἀηδίαν οἴεσθαί με χαλεπωτάτην εἶναι. ∆οκεῖ μοι τὸ κατὰ τὸν φθόνον καὶ τὴν ὑπόκρισιν πάθος πολλῷ χαλεπώτερον τοῦ 44.1288 μνημονευθέντος εἶναι· ὅσῳ καὶ δεινότερον τοῦ προ δήλου τὸ κεκρυμμένον. Καὶ γὰρ τῶν κυνῶν τούτους πλέον διευλαβούμεθα, ὧν οὔτε ὑλακὴ τὸν θυμὸν προ μηνύει, οὔτε κατὰ τὸ πρόσωπον ἔφοδος ἀλλ' εὐπράῳ τε καὶ ἡμέρῳ τῷ σχήματι τὸ ἀπροόρατόν τε καὶ ἀπερίσκεπτον ἡμῶν ἐπιφυλάττουσι· τοιοῦτόν ἐστι τὸ κατὰ τὸν φθόνον καὶ τὴν ὑπόκρισιν πάθος, οἷς ἔνδοθεν μὲν ἐν τῷ βάθει τῆς καρδίας τὸ μῖσος, οἷόν τι πῦρ κατὰ τὸ λεληθὸς ὑποτρέφεται, τὸ δὲ φαινό μενον τῇ ὑποκρίσει κατασχηματίζεται πρὸς τὸ φί λον. Ὥσπερ δὲ εἰ πῦρ ἀχύροις ὑποκρυφθείη, τέως μὲν ἔνδοθεν διασμύχει τῇ καύσει τὰ παρακείμενα, φλὸξ δὲ κατὰ τὸ φαινόμενον οὐκ ἐκδίδοται, ἀλλὰ δριμύς τις καπνὸς βιαίως ἔνδοθεν συνθλιβόμενος διεξέρχεται· εἰ δέ τινος τύχῃ διαπνοῆς, τότε εἰς λαμπράν τε καὶ ἔκδηλον ἀναῤῥιπίζεται φλόγα· οὕτω καὶ ὁ φθόνος διεσθίει μὲν ἔνδοθεν τὴν καρδίαν, πυ ρὸς δίκην οἷον ἀχύρων πεπιλημένον τινὰ χημῶνα· καὶ κρύπτει μὲν ὑπ' αἰσχύνης τὴν νόσον, οὐ μὴν δυνατός ἐστιν εἰς τὸ παντελὲς ἐπικρύψασθαι· ἀλλ' οἷόν τις καπνὸς δριμὺς ἐκ τοῦ φθόνου πικρία τοῖς περὶ τὸ σχῆμα συμπτώμασιν ἐνδιαφαίνεται. Εἰ δέ τις συμφορὰ τοῦ φθονουμένου προσάψαιτο, τότε φανεροῖ τὴν νόσον, ἐν εὐφροσύνῃ τε καὶ ἡδονῇ τὴν ἐκείνου λύπην ποιούμενος. Κατηγορεῖται δὲ τὰ κρυπτὰ τοῦ πάθους, ἕως ἂν λανθάνειν δοκῇ, διὰ τῶν φανερῶν τεκμηρίων περὶ τὸ πρόσωπον. Τὰ γὰρ ἐπιθανάτια τῶν ἀπεγνωσμένων σημεῖα, ταῦτα τοῦ διὰ φθόνου ἐκτετηκότος πολλάκις γίνεται, ὀφθαλμοὶ ξηροὶ, κατ εσκληκόσι τοῖς βλεφάροις ἐγκοιλαινόμενοι, ὀφρὺς συμ