1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

34

σκότος ἰσχύει, ἀλλὰ καὶ εἴ πού ἐστι περιλειπόμενον ἀπελαύνεται· οὕτως ἐλθούσης τῆς θείας ἐπιφανείας τοῦ Θεοῦ Λόγου, οὐκ ἔτι μὲν ἰσχύει τὸ τῶν εἰδώλων σκότος, πάντα δὲ τὰ πανταχοῦ τῆς οἰκουμένης μέρη τῇ τούτου διδασκαλίᾳ καταλάμπεται. 55.4 Καὶ ὥσπερ βασιλεύοντός τινος καὶ μὴ φαινομένου ἔν τινι χώρᾳ, ἀλλ' ἔνδον ὄντος ἐν τῷ ἑαυτοῦ οἴκῳ, πολλάκις τινὲς ἄτακτοι καταχρώμενοι τῇ τούτου ἀναχωρήσει ἑαυτοὺς ἀναγορεύ-ουσι, καὶ ἕκαστος κατασχηματισάμενος τοὺς ἀκεραίους φαντασιοκοπεῖ ὡς βασιλεύς, καὶ οὕτως πλανῶνται οἱ ἄνθρωποι τῷ ὀνόματι, ἀκούοντες μὲν εἶναι βασιλέα, οὐχ ὁρῶντες δὲ αὐτόν, διὰ τὸ μάλιστα μηδὲ δύνασθαι αὐτοὺς ἔσω τοῦ οἴκου χωρῆσαι, ἐπειδὰν δὲ ὁ ἀληθῶς βασιλεὺς προέλθῃ καὶ φανῇ, τότε οἱ μὲν ἀπατῶντες ἄτακτοι ἐλέγχονται τῇ τούτου παρουσίᾳ, οἱ δὲ ἄνθρωποι ὁρῶντες τὸν ἀληθῶς βασιλέα, καταλιμπάνουσι τοὺς πάλαι πλανῶντας αὐτούς· 55.5 οὕτως καὶ πάλαι μὲν ἠπάτων οἱ δαίμονές τε καὶ ἄνθρωποι, Θεοῦ τιμὴν ἑαυτοῖς περιτιθέντες· ὅτε δὲ ἐπεφάνη ὁ τοῦ Θεοῦ Λόγος ἐν σώματι, καὶ ἐγνώρισεν ἡμῖν τὸν ἑαυτοῦ Πατέρα, τότε δὴ ἡ μὲν τῶν δαιμόνων ἀπάτη ἀφανίζεται καὶ παύεται· οἱ δὲ ἄνθρωποι, ἀφορῶντες εἰς τὸν ἀληθινὸν τοῦ Πατρὸς Θεὸν Λόγον, καταλιμπάνουσι τὰ εἴδωλα, καὶ λοιπὸν ἐπιγινώσκουσι τὸν ἀληθινὸν Θεόν. 55.6 Τοῦτο δὲ γνώρισμα τοῦ εἶναι τὸν Χριστὸν Θεὸν Λόγον καὶ Θεοῦ ∆ύναμίν ἐστι· τῶν γὰρ ἀνθρωπίνων παυομένων, καὶ μένοντος τοῦ ῥήματος τοῦ Χριστοῦ, δῆλόν ἐστι παρὰ πᾶσι, τὰ μὲν παυόμενα εἶναι πρόσκαιρα, τὸν δὲ μένοντα εἶναι Θεὸν καὶ Θεοῦ Υἱὸν ἀληθινὸν μονογενῆ Λόγον.

56.1 Ταῦτα μέν σοι παρ' ἡμῶν δι' ὀλίγων, ὅσον πρὸς στοιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ Χριστὸν πίστεως καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας, ἀνατεθείσθω, ὦ φιλόχριστε ἄνθρωπε, σὺ δὲ τὴν πρόφασιν ἐκ τούτων λαβών, εἰ ἐντυγχάνοις τοῖς τῶν γραφῶν γράμμασι, γνησίως αὐτοῖς ἐφιστάνων τὸν νοῦν, γνώσῃ παρ' αὐτῶν τελειότερον μὲν καὶ τρανότερον τῶν λεχθέντων τὴν ἀκρίβειαν. 56.2 Ἐκεῖναι μὲν γὰρ διὰ θεολόγων ἀνδρῶν παρὰ Θεοῦ ἐλαλή-θησαν καὶ ἐγράφησαν. Ἡμεῖς δὲ παρὰ τῶν αὐταῖς ἐντυγ-χανόντων θεολόγων διδασκάλων, οἳ καὶ μάρτυρες τῆς Χριστοῦ θεότητος γεγόνασι, μαθόντες μεταδίδομεν καὶ τῇ σῇ φιλομαθείᾳ. 56.3 Γνώσῃ δὲ καὶ τὴν δευτέραν αὐτοῦ πάλιν πρὸς ἡμᾶς ἔνδοξον καὶ θείαν ἀληθῶς ἐπιφάνειαν, ὅτε οὐκ ἔτι μετ' εὐτελείας, ἀλλ' ἐν τῇ ἰδίᾳ δόξῃ· ὅτε οὐκ ἔτι μετὰ ταπεινότητος, ἀλλ' ἐν τῇ ἰδίᾳ μεγαλειότητι· ὅτε οὐκ ἔτι παθεῖν, ἀλλὰ λοιπὸν τοῦ ἰδίου σταυροῦ τὸν καρπὸν ἀποδοῦναι πᾶσιν ἔρχεται, φημὶ δὴ τὴν ἀνάστασιν καὶ τὴν ἀφθαρσίαν· καὶ οὐκ ἔτι μὲν κρίνεται, κρινεῖ δὲ τοὺς πάντας, πρὸς ἃ ἕκαστος ἔπραξε διὰ τοῦ σώματος, εἴτε ἀγαθά, εἴτε φαῦλα· ἔνθα τοῖς μὲν ἀγαθοῖς ἀπόκειται βασιλεία οὐρανῶν, τοῖς δὲ τὰ φαῦλα πράξασι, πῦρ αἰώνιον καὶ σκότος ἐξώτερον. 56.4 Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριός φησι· «Λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ἐν τῇ δόξῃ τοῦ Πατρός.» 56.5 ∆ιὸ δὴ καὶ σωτήριός ἐστι λόγος εὐτρεπίζων ἡμᾶς εἰς ἐκείνην τὴν ἡμέραν καὶ λέγων· «Γίνεσθε ἕτοιμοι καὶ γρηγορεῖτε, ὅτι ᾗ οὐκ οἴδατε ὥρᾳ ἔρχεται.» Κατὰ γὰρ τὸν μακάριον Παῦλον, «τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος, πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον».

57.1 Ἀλλὰ πρὸς τὴν ἐκ τῶν γραφῶν ἔρευναν καὶ γνῶσιν ἀληθῆ, χρεία βίου καλοῦ καὶ ψυχῆς καθαρᾶς καὶ τῆς κατὰ Χριστὸν ἀρετῆς, ἵνα δι' αὐτῆς ὁδεύσας ὁ νοῦς τυχεῖν ὧν ὀρέγεται καὶ καταλαβεῖν δυνηθῇ, καθ' ὅσον ἐφικτόν ἐστι τῇ ἀνθρώπων φύσει περὶ τοῦ Θεοῦ Λόγου μανθάνειν. 57.2 Ἄνευ γὰρ καθαρᾶς διανοίας καὶ τῆς πρὸς τοὺς ἁγίους τοῦ βίου μιμήσεως, οὐκ ἄν τις καταλαβεῖν δυνηθείη τοὺς τῶν ἁγίων λόγους. 57.3 Ὥσπερ γὰρ εἴ τις ἐθελήσειεν ἰδεῖν τὸ τοῦ ἡλίου φῶς, πάντως τὸν