1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

35

τοῦ Θεοῦ ἁγίας ἐκκλησίας ἐξελθοῦσαν περιορισθῆναι παρακελεύει μετά τε τῶν θυγατέρων καὶ τῶν νυμφῶν αὐτῆς εἰς τὴν ἀγχοῦ τῆς Σιδηρᾶς διακειμένην γυναικείαν μονὴν τῶν Πετρίων. Μετάκλητον δὲ ποιεῖται καὶ τὴν συμπενθέραν αὐτῆς τὴν τοῦ καίσαρος Ἰωάννου νύμφην (πρωτοβεστιαρία δὲ ἦν αὐτὴ τὸ ἀξίωμα) ἀπὸ τοῦ ἐν Βλαχέρναις τεμένους, ὃ ἐπ' ὀνόματι τῆς δεσπότιδος ἡμῶν θεομήτορος ᾠκοδόμητο, καὶ εἰς τὴν ῥηθεῖσαν μονὴν τῶν Πετρίων καὶ αὐτὴν εἶναι παρακελεύεται. Καὶ προστάττει τούς τε πιθῶνας καὶ σιτῶνας αὐτῶν καὶ πάντα τὰ ταμεῖα τηρεῖσθαι ἀμειαγώ γητα. 2.5.9 Καθ' ἑκάστην οὖν πρωΐαν ἄμφω τοῖς φυλάτ τουσι προσερχόμεναι ἐπυνθάνοντο, εἴ τι ἀπὸ τῶν παίδων αὐτῶν μεμαθήκεσαν. Οἱ δὲ ἁπλοϊκώτερον αὐταῖς προσφε ρόμενοι ἀπήγγελλον ἅπαν τὸ ἀκουσθέν. Ἡ δὲ πρωτοβε στιαρία ἐλευθέρα καὶ χεῖρα καὶ γνώμην οὖσα βουλομένη τε τοὺς φυλάσσοντας σφετερίσασθαι ἐπέταττεν αὐτοῖς ἀναλαμβάνεσθαι ἀπὸ τῶν βρωσίμων εἰς ἰδίαν χρῆσιν ὁπόσα καὶ βούλοιντο· ἐφεῖτο γὰρ αὐταῖς ἀπαραποδίστως εἰσά γεσθαι τὰ πρὸς χρείαν. Ἐντεῦθεν προθυμότεροι πρὸς τὰς ἀπαγγελίας οἱ φύλακες ἐγεγόνεισαν, κἄκτοτε ἔκφορα πάντα ποιούντων ἐκείνων οὐδὲν αὐτὰς διελάνθανε.

2.6.1 Τὰ μὲν οὖν κατὰ τὰς γυναῖκας τοιαῦτα· οἱ δέ γε ἀποστάται φθάσαντες τὴν περὶ τὸ βραχιόνιον τῶν Βλα χερνῶν ἱσταμένην πύλην καὶ τὰς κλεῖς κατεάξαντες ἀδεῶς ἐξεληλύθεισαν εἰς τοὺς βασιλικοὺς ἱπποστάθμους. Καὶ τοὺς μὲν τῶν ἵππων αὐτοῦ που καταλιμπάνουσι πρό τερον τοὺς ὄπισθεν πόδας ἀπ' αὐτῶν τῶν μηρῶν τῷ ξίφει ἀποτεμόντες, τοὺς δ' ἀναλαβόμενοι, ὅσοι τούτοις ἔδοξαν χρησιμώτεροι, ἐκεῖθεν ταχέως τὸ ἀγχοῦ που τῆς μεγαλο πόλεως μοναστήριον, ὃ Κοσμίδιον ἐπωνόμασται, καταλαμβά νουσι. Καὶ γάρ, ἵνα μεταξύ πως ἐπιδιηγησαίμην καὶ σαφέστερος ἡμῖν ὁ λόγος προίῃ, τὴν εἰρημένην ἄνωθεν πρωτοβεστιαρίαν, πρὶν ἢ τὸν βασιλέα ταύτην μετακα λέσασθαι, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, κεῖθι καταλαβόντες ταύτῃ τε συνετάττοντο ἐπὶ τῷ ἐξελαύνειν ἐκεῖθεν καὶ Γεώργιον τὸν Παλαιολόγον ἀνέπειθον μεθ' ἑαυτῶν συλλα βεῖν καὶ συναπαίρειν αὐτοῖς κατηνάγκαζον. 2.6.2 Οὔπω γὰρ ἦσαν ἔκφορα τὰ κατ' αὐτοὺς θέμενοι πρὸς τὸν ἄνδρα δι' ὑποψίαν εὐπρόσωπον· ἦν γὰρ ὁ πατὴρ τοῦ Γεωργίου του τουῒ τῷ βασιλεῖ εὐνούστατος ἐς τὰ μάλιστα, καὶ ἡ τῆς ἀποστασίας πρὸς τοῦτον ἀπογύμνωσις οὐκ ἀκίνδυνος. Τὰ μὲν οὖν πρῶτα ὁ Παλαιολόγος πρὸς τούτους οὐκ εἶχεν εὐαγώγως πολλά τε ἀντιτεινόμενος καὶ κατονειδίζων τὴν πρὸς ἐκεῖνον τούτων διαπιστίαν καὶ ὅτι ὕστερον, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, νοῦν οἴσαντες καὶ τοῦτον ἀνακα λοῦνται. Ἐπεὶ δὲ καὶ ἡ πρωτοβεστιαρία ἡ τοῦ Παλαιολόγου πενθερὰ βαρεῖα ἐνέκειτο τούτῳ συνεξελθεῖν καὶ ἀπειλοῦσα αὐτῷ τὰ δεινότατα, μαλακώτερος γίνεται. 2.6.3 Φροντίζει δὲ τὸ ἐντεῦθεν περὶ τῶν γυναικῶν, τῆς τε αὐτοῦ γαμετῆς Ἄννης καὶ Μαρίας τῆς πενθερᾶς αὐτοῦ, τὰ πρῶτα τοῦ γένους ἐκ τῶν Βουλγάρων ἐχούσης, κάλλους δὲ τοσοῦτον ἐπισυρομένης καὶ εὐαρμοστίας μελῶν καὶ μερῶν, ὥστε μηδεμίαν φανῆναι κατ' ἐκεῖνο καιροῦ τὴν ταύτης ὡραιο τέραν. Οὐκ ἄνευ οὖν φροντίδος ἦσαν τὰ κατ' αὐτὴν τῷ Παλαιολόγῳ καὶ Ἀλεξίῳ. Ταύτῃ τοι καὶ γνώμην ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον ἐκεῖθεν ἀνελόμενοι ταύτας οἱ μὲν εἴς τι φρούριον ἀπαγαγεῖν, ὁ δὲ Παλαιολόγος εἰς τὸ ἐν Βλαχέρναις τέμενος τῆς θεομήτορος. Καὶ κρατεῖ ἡ τοῦ Γεωργίου γνώμη. Εὐθὺς οὖν ἀπελθόντες μετ' αὐτῶν παρέ θεντο ταύτας τῇ πανάγνῳ μητρὶ τοῦ τὰ πάντα συνέχοντος Λόγου. Αὐτοὶ δὲ παλινοστήσαντες, ὅθεν ἐξῄεσαν, ἐσκόπουν ὅ τι δὴ καὶ ποιήσαιεν. Ὁ δὲ Παλαιολόγος «ὑμᾶς μέν» φησιν «ἀπέρχεσθαι χρή· ἐγὼ δὲ τάχιον ὑμᾶς καταλήψομαι τὰ προσόντα μοι χρήματα συνεπιφερόμενος». Ἔτυχε γὰρ πᾶσαν τὴν ἐν κινητοῖς αὐτοῦ θεωρουμένην περιουσίαν ἔχων ἐγκειμένην ἐκεῖσε. Μὴ μελλήσαντες οὖν εὐθὺς τῆς προκειμένης ὁδοιπορίας εἴχοντο· ἐκεῖνος δὲ τοῖς τῶν μοναχῶν ὑποζυγίοις