35
ὀφθαλμὸν ἀποσμήχει καὶ λαμπρύνει, σχεδὸν ὅμοιον τῷ ποθουμένῳ ἑαυτὸν διακα- θαίρων, ἵνα οὕτως φῶς γενόμενος ὁ ὀφθαλμὸς τὸ τοῦ ἡλίου φῶς ἴδῃ, ἢ ὡς εἴ τις θελήσειεν ἰδεῖν πόλιν ἢ χώραν, πάν-τως ἐπὶ τὸν τόπον ἀφικνεῖται τῆς θέας ἕνεκεν· οὕτως ὁ θέλων τῶν θεολόγων τὴν διάνοιαν καταλαβεῖν, προαπονίψαι καὶ προαποπλῦναι τῷ βίῳ τὴν ψυχὴν ὀφείλει, καὶ πρὸς αὐτοὺς τοὺς ἁγίους ἀφικέσθαι τῇ ὁμοιότητι τῶν πράξεων αὐτῶν, ἵνα σὺν αὐτοῖς τῇ ἀγωγῇ τῆς συζήσεως γενόμενος, τὰ καὶ αὐτοῖς ἀποκαλυφθέντα παρὰ Θεοῦ κατανοήσῃ, καὶ λοιπὸν ὡς ἐκείνοις συναφθεὶς ἐκφύγῃ μὲν τὸν τῶν ἁμαρτωλῶν κίνδυνον καὶ τὸ τούτων πῦρ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀπολάβῃ δὲ τὰ τοῖς ἁγίοις ἀποκείμενα ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἀνέβη, ὅσα ἡτοίμασται τοῖς» κατ' ἀρετὴν βιοῦσι, καὶ «ἀγαπῶσι τὸν Θεὸν» καὶ Πατέρα, ἐν Χριστῷ Ἰησοῦ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ αὐτῷ τῷ Πατρὶ σὺν αὐτῷ τῷ Υἱῷ ἐν ἁγίῳ Πνεύματι, τιμὴ καὶ κράτος καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.